Postanje 21

Stari zavet

1

I Gospod pohodi Saru, kao što bješe rekao, i učini Gospod Sari kao što bješe kazao.

ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε,

0
2

Jer zatrudnje i rodi Sara Avramu sina u starosti njegovoj u isto vrijeme kad kaza Gospod.

καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος.

1
3

I Avram nadjede ime sinu koji mu se rodi, kojega mu rodi Sara, Isak.

καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, Ἰσαάκ.

1
4

I obreza Avram sina svojega Isaka kad bi od osam dana, kao što mu zapovjedi Bog.

περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.

1
5

A Avramu bješe sto godina kad mu se rodi sin Isak.

καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

0
6

A Sara reče: Bog mi učini smijeh; ko god čuje, smijaće mi se.

εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.

1
7

I reče: ko bi rekao Avramu da će Sara dojiti djecu? ipak mu rodih sina u starosti njegovoj.

καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ Ἁβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.

0
8

A kad dijete doraste da se odbije od sise, učini Avram veliku gozbu onaj dan kad odbiše Isaka od sise.

Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

1
9

I Sara vidje sina Agare Misirke, koja ga rodi Avramu, gdje se potsmijeva;

ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραάμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς·

0
10

Pa reče Avramu: otjeraj ovu robinju sa sinom njezinijem, jer sin ove robinje neće biti našljednik s mojim sinom, s Isakom.

καὶ εἶπε τῷ Ἁβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.

1
11

A to Avramu bi vrlo krivo radi sina njegova.

σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον Ἁβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.

0
12

Ali Bog reče Avramu: nemoj da ti je krivo radi djeteta i radi robinje tvoje. Što ti je god kazala Sara, poslušaj; jer će ti se u Isaku sjeme prozvati.

εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.

0
13

Ali ću i od sina robinjina učiniti narod, jer je tvoje sjeme.

καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.

1
14

I Avram ustav ujutru rano, uze hljeba i mješinu vode, i dade Agari metnuvši joj na leđa, i dijete, i otpusti je. A ona otišavši lutaše po pustinji Virsavskoj.

ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ Ἄγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.

1
15

A kad nesta vode u mješini, ona baci dijete pod jedno drvo,

ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης.

0
16

Pa otide koliko se može strijelom dobaciti, i sjede prema njemu; jer govoraše: da ne gledam kako će umrijeti dijete. I sjedeći prema njemu stade iza glasa plakati.

ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.

1
17

A Bog ču glas djetinji, i anđeo Božji viknu s neba Agaru, i reče joj: što ti je, Agaro? ne boj se, jer Bog ču glas djetinji odande gdje je.

εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.

1
18

Ustani, digni dijete i uzmi ga u naručje; jer ću od njega učiniti velik narod.

ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.

0
19

I Bog joj otvori oči, te ugleda studenac; i otišavši napuni mješinu vode, i napoji dijete.

καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον.

0
20

I Bog bijaše s djetetom, te odraste, i življaše u pustinji, i posta strijelac.

καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.

0
21

A življaše u pustinji Faranu. I mati ga oženi iz zemlje Misirske.

καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

1
22

U to vrijeme reče Avimeleh i Fihol vojvoda njegov Avramu govoreći: Bog je s tobom u svemu što radiš.

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἁβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·

1
23

Zakuni mi se sada Bogom da nećeš prevariti mene ni sina mojega ni unuka mojega, nego da ćeš dobro onako kako sam ja tebi činio i ti činiti meni i zemlji u kojoj si došljak.

νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.

0
24

A Avram reče: hoću se zakleti.

καὶ εἶπεν Ἁβραάμ· ἐγὼ ὀμοῦμαι.

0
25

Ali Avram prekori Avimeleha za studenac, koji uzeše na silu sluge Avimelehove.

καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.

0
26

A Avimeleh reče: ne znam ko je to učinio; niti mi ti kaza, niti čuh do danas.

καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον.

0
27

Tada Avram uze ovaca i goveda, i dade Avimelehu, i uhvatiše vjeru među sobom.

καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.

0
28

I Avram odluči sedam jaganjaca iz stada.

καὶ ἔστησεν Ἁβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.

0
29

A Avimeleh reče Avramu: šta će ono sedam jaganjaca što si odlučio?

καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;

0
30

A on odgovori: da primiš iz moje ruke ono sedam jaganjaca, da mi bude svjedočanstvo da sam ja iskopao ovaj studenac.

καὶ εἶπεν Ἁβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.

0
31

Otuda se prozva ono mjesto Vir-Saveja, jer se ondje zakleše obojica.

διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.

0
32

Tako uhvatiše vjeru na Virsaveji. Tada se diže Avimeleh i Fihol vojvoda njegov, i vratiše se u zemlju Filistejsku.

καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.

0
33

A Avram posadi lug na Virsaveji, i ondje prizva ime Gospoda Boga vječnoga.

καὶ ἐφύτευσεν· Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.

1
34

I Avram življaše kao došljak u zemlji Filistejskoj mnogo vremena.

παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

0