Stari zavet
Poslije toga šćaše Bog okušati Avrama, pa mu reče: Avrame! A on odgovori: evo me.
ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν Ἁβραὰμ καὶ εἶπεν αὐτῷ· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
I reče mu Bog: uzmi sada sina svojega, jedinca svojega miloga, Isaka, pa idi u zemlju Moriju, i spali ga na žrtvu tamo na brdu gdje ću ti kazati.
καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
I sjutradan rano ustavši Avram osamari magarca svojega, i uze sa sobom dva momka i Isaka sina svojega; i nacijepavši drva za žrtvu podiže se i pođe na mjesto koje mu kaza Bog.
ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
Treći dan podigavši oči svoje Avram ugleda mjesto izdaleka.
καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
I reče Avram momcima svojim: ostanite vi ovdje s magarcem, a ja i dijete idemo onamo, pa kad se pomolimo Bogu, vratićemo se k vama.
καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
I uzevši Avram drva za žrtvu naprti Isaku sinu svojemu, a sam uze u svoje ruke ognja i nož; pa otidoše obojica zajedno.
ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
Tada reče Isak Avramu ocu svojemu: oče! A on reče: što, sine! I reče Isak: eto ognja i drva, a gdje je jagnje za žrtvu?
εἶπε δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
A Avram odgovori: Bog će se, sinko, postarati za jagnje sebi na žrtvu. I iđahu obojica zajedno.
εἶπε δὲ Ἁβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
A kad dođoše na mjesto koje mu Bog kaza, Avram načini ondje žrtvenik, i metnu drva na nj, i svezavši Isaka sina svojega metnu ga na žrtvenik vrh drva;
ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
I izmahnu Avram rukom svojom i uze nož da zakolje sina svojega.
καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ.
Ali anđeo Gospodnji viknu ga s neba, i reče: Avrame! Avrame! A on reče: evo me.
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
A anđeo reče: ne diži ruke svoje na dijete, i ne čini mu ništa; jer sada poznah da se bojiš Boga, kad nijesi požalio sina svojega, jedinca svojega, mene radi.
καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
I Avram podigavši oči svoje pogleda; i gle, ovan iza njega zapleo se u česti rogovima; i otišavši Avram uze ovna i spali ga na žrtvu mjesto sina svojega.
καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
I nazva Avram ono mjesto: Gospod će se postarati. Zato se i danas kaže: na brdu, gdje će se Gospod postarati.
καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
I anđeo Gospodnji opet viknu s neba Avrama.
καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων·
I reče: sobom se zakleh, veli Gospod: kad si tako učinio, i nijesi požalio sina svojega, jedinca svojega,
κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ,
Zaista ću te blagosloviti i sjeme tvoje veoma umnožiti, da ga bude kao zvijezda na nebu i kao pijeska na brijegu morskom; i naslijediće sjeme tvoje vrata neprijatelja svojih.
ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
I blagosloviće se u sjemenu tvojem svi narodi na zemlji, kad si poslušao glas moj.
καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
Tada se Avram vrati k momcima svojim, te se digoše, i otidoše zajedno u Virsaveju, jer Avram življaše u Virsaveji.
ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Poslije toga javiše Avramu govoreći: gle, i Melha rodi sinove bratu tvojemu Nahoru:
Ἐγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Uza prvenca i Vuza brata mu, i Kamuila, oca Avramova,
τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων
I Hazada i Azava i Faldesa i Jeldafa i Vatuila.
καὶ τὸν Χαζὰδ καὶ Ἀζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ·
A Vatuilo rodi Reveku. Osam ih rodi Melha Nahoru bratu Avramovu.
Βαθουὴλ δὲ ἐγέννησε τὴν Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
A inoča njegova, po imenu Revma, rodi i ona Taveka i Gama i Tohosa i Moha.
καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.