Stari zavet
A poživje Sara sto i dvadeset i sedam godina; to su godine vijeka Sarina;
ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά.
I umrije Sara u Kirijat-Arvi, a to je Hevron, u zemlji Hananskoj. I dođe Avram da ožali Saru i oplače.
καὶ ἀπέθανε Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
A kad usta Avram od mrtvaca svojega, reče sinovima Hetovijem govoreći:
καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων·
Stranac sam i došljak kod vas; dajte mi da imam grob kod vas da pogrebem mrtvaca svojega ispred očiju svojih.
πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
A sinovi Hetovi odgovoriše Avramu govoreći mu:
ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες· μὴ κύριε·
Čuj nas, gospodaru; ti si knez od Boga među nama; u najboljem grobu našem pogrebi mrtvaca svojega; niko između nas neće ti zatvoriti groba svojega da ne pogrebeš mrtvaca svojega.
ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
Tada usta Avram i pokloni se narodu zemlje one, sinovima Hetovijem;
ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ,
I reče im govoreći: ako hoćete da pogrebem mrtvaca svojega ispred očiju svojih, poslušajte me, i govorite za mene Efronu sinu Sarovu,
καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
Neka mi da pećinu u Makpeli, koja je nakraj njive njegove; za novce neka mi je da među vama koliko vrijedi, da imam grob.
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
A Efron sjeđaše usred sinova Hetovijeh. Pa reče Efron Hetejin Avramu pred sinovima Hetovijem, koji slušahu, pred svijem koji ulažahu na vrata grada njegova, govoreći:
Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων·
Ne, gospodaru; čuj me: poklanjam ti njivu, i pećinu kod nje poklanjam ti; pred sinovima naroda svojega poklanjam ti je, pogrebi mrtvaca svojega.
παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου·
A Avram se pokloni narodu zemlje one,
καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
I reče Efronu pred narodom zemlje one govoreći: ako si voljan, čuj me; da ti dam šta vrijedi njiva, uzmi od mene, pa ću onda pogrepsti mrtvaca svojega ondje.
καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
A Efron odgovori Avramu govoreći mu:
ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων·
Gospodaru, čuj me; zemlja vrijedi četiri stotine sikala srebra između mene i tebe; šta je to? samo ti pogrebi mrtvaca svojega.
οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
A Avram čuvši Efrona izmjeri mu srebro, koje reče pred sinovima Hetovijem, četiri stotine sikala srebra, kako su išli među trgovcima.
καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀποκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
I njiva Efronova u Makpeli prema Mamriji, njiva s pećinom koja je na njoj, i sva drveta na njivi i po međi njezinoj unaokolo,
καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
Posta Avramova pred sinovima Hetovijem, pred svjema koji ulaze na vrata grada onoga.
τῷ Ἁβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
Potom pogrebe Avram Saru ženu svoju u pećini na njivi Makpeli prema Mamriji, a to je Hevron, u zemlji Hananskoj.
μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν.
I potvrdiše sinovi Hetovi njivu i pećinu na njoj Avramu da ima grob.
καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.