Stari zavet
A Avram otide odande na jug, i stani se između Kadisa i Sura; i življaše kao došljak u Geraru.
ΚΑΙ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις.
I govoraše za ženu svoju Saru: sestra mi je. A car Gerarski Avimeleh posla, te uze Saru.
εἶπε δὲ Ἁβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν.
Ali dođe Bog Avimelehu noću u snu, i reče mu: gle, poginućeš sa žene koju si uzeo, jer ima muža.
καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.
A Avimeleh ne bješe se nje dotakao, i zato reče: Gospode, eda li ćeš i pravedan narod pogubiti?
Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
Nije li mi sam kazao: sestra mi je? a i ona sama kaza: brat mi je. Učinio sam u čistoti srca svojega i u pravdi ruku svojih.
οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
Tada mu reče Bog u snu: znam da si učinio u čistoti srca svojega, zato te sačuvah da mi ne sagriješiš, i ne dadoh da je se dotakneš.
λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
A sada vrati čovjeku ženu njegovu, jer je prorok, i moliće se za te, te ćeš ostati živ. Ako li ne vratiš, znaj da ćeš umrijeti ti i svi tvoji.
νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
I ujutru rano usta Avimeleh, i sazva sve sluge svoje, i kaza im sve ovo da čuju. I uplašiše se ljudi veoma.
καὶ ὤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ρήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
Tada Avimeleh dozva Avrama i reče mu: šta si nam učinio? šta li sam ti zgriješio, te navuče na me i na carstvo moje toliko zlo? Učinio si mi što ne valja činiti.
καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
I još reče Avimeleh Avramu: šta ti je bilo, te si to učinio?
εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
A Avram odgovori: veljah: jamačno nema straha Božijega u ovom mjestu, pa će me ubiti radi žene moje.
εἶπε δὲ Ἁβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
A upravo i jest mi sestra, kći oca mojega; ali nije kći moje matere, pa pođe za me.
καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
A kad me Bog izvede iz doma oca mojega, ja joj rekoh: učini dobro, i kaži za me gdje god dođemo: brat mi je.
ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
Tada Avimeleh uze ovaca i goveda i sluga i sluškinja, te dade Avramu, i vrati mu Saru ženu njegovu.
ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
I reče Avimeleh Avramu: evo, zemlja ti je moja otvorena, živi slobodno gdje ti je volja.
καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
A Sari reče: evo dao sam tvojemu bratu tisuću srebrnika; gle, on ti je očima pokrivalo pred svima koji budu s tobom; i to sve da ti je za nauku.
τῇ δὲ Σάρρᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
I Avram se pomoli Bogu, i iscijeli Bog Avimeleha i ženu njegovu i sluškinje njegove, te rađahu.
προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
Jer Gospod bješe sasvijem zatvorio svaku matericu u domu Avimelehovu radi Sare žene Avramove.
ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἁβραάμ.