Postanje 26

Stari zavet

1

Ali nasta glad u zemlji svrh prve gladi koja bješe za vremena Avramova; i Isak otide k Avimelehu caru Filistejskom u Gerar.

ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.

0
2

I javi mu se Gospod i reče: nemoj ići u Misir, nego sjedi u zemlji koju ću ti kazati.

ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.

0
3

Sjedi u toj zemlji, i ja ću biti s tobom, i blagosloviću te; jer ću tebi i sjemenu tvojemu dati sve ove zemlje, i potvrdiću zakletvu, kojom sam se zakleo Avramu ocu tvojemu.

καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου.

2
4

I umnožiću sjeme tvoje da ga bude kao zvijezda na nebu, i daću sjemenu tvojemu sve ove zemlje; i u sjemenu tvojem blagosloviće se svi narodi na zemlji.

καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,

1
5

Zato što je Avram slušao glas moj i čuvao naredbu moju, zapovijesti moje, pravila moja i zakone moje.

ἀνθ᾿ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.

0
6

I osta Isak u Geraru.

κατῴκησε δὲ Ἰσαὰκ ἐν Γεράροις.

0
7

A ljudi u mjestu onom pitahu za ženu njegovu, a on govoraše: sestra mi je. Jer se bojaše kazati: žena mi je; da me, veli, ne ubiju ovi ljudi radi Reveke, jer je lijepa.

Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.

0
8

I kad provede mnogo vremena ondje, dogodi se, te pogleda Avimeleh car Filistejski s prozora, i vidje Isaka gdje se šali s Revekom ženom svojom.

ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ.

0
9

I dozva Avimeleh Isaka i reče: ta to ti je žena; kako si kazao: sestra mi je? A Isak mu odgovori: rekoh: da ne poginem s nje.

ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ Ἰσαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν.

0
10

A Avimeleh reče: šta si nam učinio? lako je mogao ko od naroda ovoga leći s tvojom ženom, te bi nas ti uvalio u grijeh.

εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν.

1
11

I zapovjedi Avimeleh svemu narodu svojemu govoreći: ko se dotakne ovoga čovjeka ili žene njegove, poginuće.

συνέταξε δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.

0
12

I Isak stade sijati u onoj zemlji, i dobi one godine po sto, tako ga blagoslovi Gospod.

ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.

1
13

I obogati se čovjek, i napredovaše sve većma, te posta silan.

καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·

1
14

I imaše ovaca i goveda i mnogo sluga; a Filisteji mu zaviđahu,

ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ,

1
15

Pa sve studence koje bjehu iskopale sluge oca njegova za vremena Avrama oca njegova zaroniše Filisteji, i zasuše ih zemljom.

καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.

0
16

I Avimeleh reče Isaku: idi od nas, jer si postao silniji od nas.

εἶπε δὲ Ἀβιμέλεχ πρὸς Ἰσαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.

0
17

I Isak otide odande, i razape šatore u dolini Gerarskoj, i nastani se ondje.

καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.

1
18

I stade Isak otkopavati studence, koji bjehu iskopani za vremena Avrama oca njegova, i koje zaroniše Filisteji po smrti Avramovoj; i prozva ih imenima koja im bješe nadio otac njegov.

καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.

0
19

I kopajući sluge Isakove u onom dolu nađoše studenac žive vode.

καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.

1
20

Ali se svadiše pastiri Gerarski s pastirima Isakovim govoreći: naša je voda. I nadjede ime onom studencu Esek, jer se svadiše s njim.

καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.

1
21

Poslije iskopaše drugi studenac, pa se i oko njega svadiše, zato ga nazva Sitna.

ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐχθρία.

1
22

Tada se podiže odande, i iskopa drugi studenac, i oko njega ne bi svađe; zato ga nazva Rehovot, govoreći: sad nam dade Gospod prostora da rastemo u ovoj zemlji.

ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.

1
23

I otide odande gore u Virsaveju.

Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.

1
24

I istu noć javi mu se Gospod, i reče: ja sam Bog Avrama oca tvojega. Ne boj se, jer sam ja s tobom, i blagosloviću te i umnožiću sjeme tvoje Avrama radi sluge svojega.

καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ Ἁβραὰμ τὸν πατέρα σου.

2
25

I načini ondje žrtvenik, i prizva ime Gospodnje; i ondje razape šator svoj; i sluge Isakove iskopaše ondje studenac.

καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.

1
26

I dođe k njemu Avimeleh iz Gerara s Ohozatom prijateljem svojim i s Fiholom vojvodom svojim.

καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.

1
27

A Isak im reče: što ste došli k meni, kad mrzite na me i otjeraste me od sebe?

καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν.

0
28

A oni rekoše: vidjesmo zaista da je Gospod s tobom, pa rekosmo: neka bude zakletva između nas, između nas i tebe; hajde da uhvatimo vjeru s tobom:

οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,

0
29

Da nam ne činiš zla, kao što se mi tebe ne dotakosmo i kao što mi tebi samo dobro činismo, i pustismo te da ideš na miru, i eto si blagosloven od Gospoda.

μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.

1
30

Tada ih on ugosti; te jedoše i piše.

καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·

0
31

A sjutradan ustavši rano, zakleše se jedan drugome, i otpusti ih Isak i otidoše od njega s mirom.

καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.

2
32

Isti dan došavši sluge Isakove kazaše mu za studenac koji iskopaše, i rekoše mu: nađosmo vodu.

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ.

1
33

I nazva ga Saveja; otuda se zove grad onaj Virsaveja do današnjega dana.

καὶ ἐκάλεσεν αὐτὸ ¨Ορκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.

1
34

A kad bi Isavu četrdeset godina, uze za ženu Juditu kćer Veoha Hetejina, i Vasematu kćer Elona Hetejina.

Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα Ἰουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα Ἑλὼν Χετταίου.

1
35

I one zadavahu mnogo jada Isaku i Reveci.

καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ρεβέκκᾳ.

1