Novi zavet
Dalje, braćo, molite se Bogu za nas da riječ Gospodnja trči, i da se slavi kao i među vama;
Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς,
I da se izbavimo od besputnijeh i zlijeh ljudi; jer vjera nije sviju,
καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις.
A Gospod je vjeran, koji će vas utvrditi i sačuvati oda zla.
πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
A uzdamo se u Gospoda za vas da ono što vam zapovijedamo i činite i činićete.
πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφʼ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.
A Gospod da upravi srca vaša na ljubav Božiju i na trpljenje Hristovo.
ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Zapovijedamo vam pak, braćo, u ime Gospoda našega Isusa Hrista, da se odvojite od svakoga brata koji živi neuredno, a ne po uredbi koju primiše od nas.
Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρʼ ἡμῶν.
Jer sami znate kako treba da se ugledate na nas, jer ne življesmo neuredno među vama,
αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
Niti zabadava hljeb jedosmo u koga, nego u trudu i u poslu, dan i noć radeći, da ne budemo na dosadu nikome od vas.
οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
Ne kao da nemamo vlasti, nego da sebe damo vama za ugled, da budete kao i mi.
οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
Jer kad bijasmo u vas, ovo vam zapovijedasmo da ako ko neće da radi da i ne jede.
καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
Jer čujemo da neki neuredno žive među vama, ništa ne radeći, nego okrajče i miješaju se u tuđe poslove.
ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους·
Takovima zapovijedamo i molimo ih u Gospodu našemu Isusu Hristu da mirno radeći svoj hljeb jedu.
τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
A vama, braćo, da ne dotuži dobro činiti.
ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.
A ako ko ne posluša riječi naše, onoga poslanicom naznačite, i ne miješajte se s njim, da se posrami.
Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ·
Ali ga ne držite kao neprijatelja, nego ga svjetujte kao brata.
καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
A sam Gospod mira da vam da mir svagda u svakom događaju. Gospod sa svima vama.
Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν.
Pozdrav mojom rukom Pavlovom, koje je znak u svakoj poslanici, ovako pišem:
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.
Blagodat Gospoda našega Isusa Hrista sa svima vama. Amin.
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.