Stari zavet
A bijaše na cijeloj zemlji jedan jezik i jednake riječi.
ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.
A kad otidoše od istoka, nađoše ravnicu u zemlji Senarskoj, i naseliše se ondje.
καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Pa rekoše među sobom: hajde da pravimo ploče i da ih u vatri pečemo. I bjehu im opeke mjesto kamena i smola zemljana mjesto kreča.
καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
Poslije rekoše: hajde da sazidamo grad i kulu, kojoj će vrh biti do neba, da stečemo sebi ime, da se ne bismo rasijali po zemlji.
καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
A Gospod siđe da vidi grad i kulu, što zidahu sinovi čovječiji.
καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.
I reče Gospod: gle, narod jedan, i jedan jezik u svijeh, i to počeše raditi, i neće im smetati ništa da ne urade što su naumili.
καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
Hajde da siđemo, i da im pometemo jezik, da ne razumiju jedan drugoga što govore.
δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
Tako ih Gospod rasu odande po svoj zemlji, te ne sazidaše grada.
καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
Zato se prozva Vavilon, jer ondje pomete Gospod jezik cijele zemlje, i odande ih rasu Gospod po svoj zemlji.
διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Ovo je pleme Simovo: bijaše Simu sto godina, kad rodi Arfaksada, druge godine poslije potopa.
Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
A rodiv Arfaksada poživje Sim pet stotina godina, rađajući sinove i kćeri.
καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Arfaksad poživje trideset i pet godina, i rodi Salu;
Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.
A rodiv Salu poživje Arfaksad četiri stotine i tri godine, rađajući sinove i kćeri.
καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Sala poživje trideset godina, i rodi Evera;
Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν ¨Εβερ.
A rodiv Evera poživje Sala četiri stotine i tri godine, rađajući sinove i kćeri.
καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ¨Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Ever poživje trideset i četiri godine, i rodi Faleka;
Καὶ ἔζησεν ¨Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ετη καὶ ἐγέννησε τὸν Φαλέγ.
A rodiv Faleka poživje Ever četiri stotine i trideset godina, rađajući sinove i kćeri.
καί ἔζησεν ¨Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Falek poživje trideset godina i rodi Ragava;
Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ραγαῦ.
A rodiv Ragava poživje Falek dvjesta i devet godina, rađajući sinove i kćeri.
καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Ragav poživje trideset i dvije godine i rodi Seruha;
Καὶ ἔζησε Ραγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.
A rodiv Seruha poživje Ragav dvjesta i sedam godina, rađajući sinove i kćeri.
καὶ ἔζησε Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Seruh poživje trideset godina, i rodi Nahora;
καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.
A rodiv Nahora poživje Seruh dvjesta godina, rađajući sinove i kćeri.
Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Nahor poživje dvadeset i devet godina, i rodi Taru;
Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
A rodiv Taru poživje Nahor sto i devetnaest godina, rađajući sinove i kćeri.
καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
A Tara poživje sedamdeset godina, i rodi Avrama, Nahora i Arana.
Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν ¨Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.
A ovo je pleme Tarino: Tara rodi Avrama, Nahora i Arana; a Aran rodi Lota.
Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ¨Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, καὶ Ἀρρὰν ἐγέννησε τὸν Λώτ.
I umrije Aran prije Tare oca svojega na postojbini svojoj, u Uru Haldejskom.
καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
I oženi se Avram i Nahor, i ženi Avramovoj bješe ime Sara a ženi Nahorovoj ime Melha, kći Arama oca Melhe i Jeshe.
καὶ ἔλαβον ¨Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ ¨Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἀρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά.
A Sara bješe nerotkinja, i ne imaše poroda.
καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
I uze Tara sina svojega Avrama i Lota sina Aranova, unuka svojega, i Saru snahu svoju, ženu Avrama sina svojega; i pođoše zajedno iz Ura Haldejskoga da idu u zemlju Hanansku, i dođoše do Harana, i ondje se nastaniše.
καὶ ἔλαβε Θάρα τὸν ¨Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ¨Αβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ.
I poživje Tara svega dvjesta i pet godina; i umrije Tara u Haranu.
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.