Jevanđelje po Luki 21

1

Pogledavši pak gore vidje bogate gdje meću priloge svoje u haznu Božiju;

Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.

0
2

A vidje i jednu siromašnu udovicu koja metaše ondje dvije lepte;

εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,

0
3

I reče: zaista vam kažem: ova siromašna udovica metnu više od sviju:

καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·

0
4

Jer svi ovi metnuše u prilog Bogu od suviška svojega, a ona od sirotinje svoje metnu svu hranu svoju što imaše.

πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

0
5

I kad neki govorahu za crkvu da je ukrašena lijepijem kamenjem i zakladima, reče:

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·

0
6

Doći će dani u koje od svega što vidite neće ostati ni kamen na kamenu koji se neće razmetnuti.

Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.

1
7

Zapitaše ga pak govoreći: učitelju! a kad će to biti? i kakav je znak kad će se to dogoditi?

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;

0
8

A on reče: čuvajte se da vas ne prevare, jer će mnogi doći na ime moje govoreći: ja sam, i vrijeme se približi. Ne idite dakle za njima.

ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.

0
9

A kad čujete ratove i bune, ne plašite se; jer to sve treba najprije da bude; ali još nije tada pošljedak.

ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.

0
10

Tada im reče: ustaće narod na narod i carstvo na carstvo;

τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,

0
11

I zemlja će se tresti vrlo po svijetu, i biće gladi i pomori i strahote i veliki znaci biće na nebu.

σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα ἔσται.

0
12

A prije svega ovoga metnuće na vas ruke svoje i goniće vas i predavati u zbornice i u tamnice; vodiće vas pred careve i kraljeve imena mojega radi.

Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·

0
13

A to će vam se dogoditi za svjedočanstvo.

ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.

0
14

Metnite dakle u srca svoja, da se prije ne pripravljate kako ćete odgovarati:

θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,

0
15

Jer ću vam ja dati usta i premudrost kojoj se neće moći protiviti ni odgovoriti svi vaši protivnici.

ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.

0
16

A predavaće vas i roditelji i braća i rođaci i prijatelji; i pobiće neke od vas.

παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,

0
17

I svi će omrznuti na vas imena mojega radi.

καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.

2
18

I dlaka s glave vaše neće poginuti.

καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.

0
19

Trpljenjem svojijem spasavajte duše svoje.

ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

0
20

A kad vidite da Jerusalim opkoli vojska onda znajte da se približilo vrijeme da opusti.

Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.

0
21

Tada koji budu u Judeji neka bježe u gore, i koji budu u gradu neka izlaze napolje; i koji su napolju neka ne ulaze u njega:

τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,

0
22

Jer su ovo dani osvete, da se izvrši sve što je napisano.

ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.

0
23

Ali teško trudnima i dojilicama u te dane! Jer će biti velika nevolja na zemlji, i gnjev na ovom narodu.

οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,

0
24

I pašće od oštrica mača, i odvešće se u ropstvo po svijem narodima; i Jerusalim će gaziti neznabošci dok se ne izvrše vremena neznabožaca.

καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.

0
25

I biće znaci u suncu i u mjesecu i u zvijezdama; i ljudima na zemlji tuga od smetnje i od huke morske i valova.

Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,

0
26

Ljudi će umirati od straha i od čekanja onoga što ide na zemlju; jer će se i sile nebeske pokrenuti.

ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.

0
27

I tada će ugledati sina čovječijega gdje ide na oblacima sa silom i slavom velikom.

καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

0
28

A kad se počne ovo zbivati, gledajte i podignite glave svoje; jer se približuje izbavljenje vaše.

ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

0
29

I kaza im priču: gledajte na smokvu i na sva drveta;

Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·

0
30

Kad vidite da već potjeraju, sami znate da je blizu ljeto.

ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·

0
31

Tako i vi kad vidite ovo da se zbiva, znajte da je blizu carstvo Božije.

οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.

0
32

Zaista vam kažem da ovaj naraštaj neće proći dok se ovo sve ne zbude.

ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.

0
33

Nebo i zemlja proći će, a riječi moje neće proći.

ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

0
34

Ali se čuvajte da kako vaša srca ne otežaju žderanjem i pijanstvom i brigama ovoga svijeta, i da vam ovaj dan ne dođe iznenada.

Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη

0
35

Jer će doći kao zamka na sve koji žive po svoj zemlji.

ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

0
36

Stražite dakle jednako i molite se Bogu da biste se udostojili uteći od svega ovoga što će se zbiti, i stati pred sinom čovječijim.

ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

0
37

I danju učaše u crkvi, a noću izlažaše i noćivaše na gori koja se zove Maslinska.

Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·

0
38

I sav narod dolažaše izjutra k njemu u crkvu da ga slušaju.

καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

0