Novi zavet
I kad on u jedan od onijeh dana učaše narod u crkvi i propovijedaše jevanđelje, dođoše glavari sveštenički i književnici sa starješinama,
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
I rekoše mu govoreći: kaži nam kakvom vlasti to činiš? Ili ko ti je dao vlast tu?
καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
A on odgovarajući reče im: i ja ću vas upitati jednu riječ, i kažite mi:
ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
Krštenje Jovanovo ili bi s neba ili od ljudi?
Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
A oni pomišljahu u sebi govoreći: ako rečemo s neba, reći će: zašto mu dakle ne vjerovaste?
οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
Ako li rečemo: od ljudi, sav će nas narod pobiti kamenjem; jer svi vjerovahu da Jovan bješe prorok.
ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι·
I odgovoriše: ne znamo otkuda.
καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
A Isus im reče: ni ja vama neću kazati kakvom vlasti ovo činim.
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
A narodu poče kazivati priču ovu: jedan čovjek posadi vinograd, i dade ga vinogradarima pa otide na podugo vremena.
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
I u vrijeme posla k vinogradarima slugu da mu dadu od roda vinogradskoga; ali vinogradari izbiše ga, i poslaše prazna.
καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
I posla opet drugoga slugu; a oni i onoga izbiše i osramotivši poslaše prazna.
καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
I posla opet trećega; a oni i onoga raniše, i istjeraše.
καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Onda reče gospodar od vinograda: šta ću činiti? Da pošljem sina svojega ljubaznoga: eda se kako zastide kad vide njega.
εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
A vinogradari vidjevši njega mišljahu u sebi govoreći: ovo je našljednik; hodite da ga ubijemo da naše bude dostojanje.
ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
I izvedoše ga napolje iz vinograda i ubiše. Šta će dakle učiniti njima gospodar od vinograda?
καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
Doći će i pogubiće ove vinogradare, i daće vinograd drugima. A oni što slušahu rekoše: ne dao Bog!
ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο.
A on pogledavši na njih reče: šta znači dakle ono u pismu: kamen koji odbaciše zidari onaj posta glava od ugla?
ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Svaki koji padne na taj kamen razbiće se; a na koga on padne satrće ga.
πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.
I gledahu glavari sveštenički i književnici u onaj čas da dignu ruke na nj; ali se pobojaše naroda, jer razumješe da njima ovu priču kaza.
καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
I pažahu na njega, i poslaše vrebače, koji se građahu kao da su pobožni: ne bi li ga uhvatili u riječi da ga predadu poglavarima i vlasti sudijnoj.
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
I upitaše ga govoreći: učitelju! znamo da pravo govoriš i učiš, i ne gledaš ko je ko, nego zaista učiš putu Božijemu:
καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
Treba li nam ćesaru davati harač, ili ne?
ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
A on razumjevši njihovo lukavstvo reče im: šta me kušate?
κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς·
Pokažite mi dinar; čij je na njemu obraz i natpis? A oni odgovarajući rekoše: ćesarev.
Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος.
A on im reče: podajte dakle što je ćesarevo ćesaru, a što je Božije Bogu.
ὁ δὲ εἶπεν πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
I ne mogoše riječi njegove pokuditi pred narodom; i diviše se odgovoru njegovu, i umukoše.
καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
A pristupiše neki od sadukeja koji kažu da nema vaskrsenija, i pitahu ga
Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
Govoreći: učitelju! Mojsije nam napisa: ako kome umre brat koji ima ženu, i umre bez djece, da brat njegov uzme ženu, i da podigne sjeme bratu svojemu.
λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Bijaše sedam braće, i prvi uze ženu, i umrije bez djece;
ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
I uze drugi ženu, i on umrije bez djece;
καὶ ὁ δεύτερος
I treći je uze; a tako i svi sedam; i ne ostaviše djece, i pomriješe;
καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον·
A poslije sviju umrije i žena.
ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
O vaskrseniju dakle koga će od njih biti žena? jer je ona sedmorici bila žena.
ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
I odgovarajući Isus reče im: djeca ovoga svijeta žene se i udaju;
Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
A koji se udostoje dobiti onaj svijet i vaskrsenije iz mrtvijeh niti će se ženiti ni udavati;
οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
Jer više ne mogu umrijeti; jer su kao anđeli; i sinovi su Božiji kad su sinovi vaskrsenija.
οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
A da mrtvi ustaju, i Mojsije pokaza kod kupine gdje naziva Gospoda Boga Avraamova i Boga Isakova i Boga Jakovljeva.
ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ·
A Bog nije Bog mrtvijeh nego živijeh; jer su njemu svi živi.
θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.
A neki od književnika odgovarajući rekoše: učitelju! dobro si kazao.
ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας·
I već ne smijahu ništa da ga zapitaju. A on im reče:
οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Kako govore da je Hristos sin Davidov?
Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;
Dok položim neprijatelje tvoje podnožje nogama tvojima.
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
David dakle njega naziva Gospodom; pa kako mu je sin?
Δαυὶδ οὖν αὐτὸν κύριον καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
A kad sav narod slušaše, reče učenicima svojijem:
Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς·
Čuvajte se od književnika, koji hoće da idu u dugačkijem haljinama, i traže da im se klanja po ulicama, i prvijeh mjesta po zbornicama, i začelja na gozbama;
Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
Koji jedu kuće udovičke, i lažno se mole Bogu dugo. Oni će još većma biti osuđeni.
οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.