Postanje 18

Stari zavet

1

Poslije mu se javi Gospod u ravnici Mamrijskoj kad sjeđaše na vratima pred šatorom svojim u podne.

ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

1
2

Podigavši oči svoje pogleda, i gle, tri čovjeka stajahu prema njemu. I ugledavši ih potrča im na susret ispred vrata šatora svojega, i pokloni se do zemlje;

ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.

1
3

I reče: Gospode, ako sam našao milost pred tobom, nemoj proći sluge svojega.

καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·

1
4

Da vam donesemo malo vode i operite noge, te se naslonite malo pod ovijem drvetom.

ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον·

0
5

I iznijeću malo hljeba, te potkrijepite srce svoje, pa onda pođite, kad idete pored sluge svojega. I rekoše: učini što si kazao.

καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας.

0
6

I Avram otrča u šator k Sari, i reče: brže zamijesi tri kopanje bijeloga brašna i ispeci pogače.

καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.

1
7

Pa otrča ka govedima i uhvati tele mlado i dobro, i dade ga momku da ga brže zgotovi.

καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.

0
8

Pa onda iznese masla i mlijeka i tele koje bješe zgotovio, i postavi im, a sam stajaše pred njima pod drvetom dokle jeđahu.

ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

1
9

I oni mu rekoše: gdje je Sara žena tvoja? A on reče: eno je pod šatorom.

Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάρρα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ.

1
10

A jedan između njih reče: do godine u ovo doba opet ću doći k tebi, a Sara će žena tvoja imati sina. A Sara slušaše na vratima od šatora iza njega.

εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.

1
11

A Avram i Sara bijahu stari i vremeniti, i u Sare bješe prestalo što biva u žena.

Ἁβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.

0
12

Zato se nasmija Sara u sebi govoreći: pošto sam ostarjela, sad li će mi doći radost? a i gospodar mi je star.

ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.

0
13

Tada reče Gospod Avramu: što se smije Sara govoreći: istina li je da ću roditi kad sam ostarjela?

καὶ εἶπε Κύριος πρὸς Ἁβραάμ· τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.

0
14

Ima li što teško Gospodu? Do godine u ovo doba opet ću doći k tebi, a Sara će imati sina.

μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

1
15

A Sara udari u bah govoreći: nijesam se smijala. Jer se uplaši. Ali on reče: nije istina, nego si se smijala.

ἠρνήσατο δὲ Σάρρα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας.

0
16

Potom ustaše ljudi odande, i pođoše put Sodoma; i Avram pođe s njima da ih isprati.

Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας. Ἁβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς.

0
17

A Gospod reče: kako bih tajio od Avrama šta ću učiniti,

ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ.

0
18

Kad će od Avrama postati velik i silan narod, i u njemu će se blagosloviti svi narodi na zemlji?

Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

1
19

Jer znam da će zapovjediti sinovima svojima i domu svojemu nakon sebe da se drže putova Gospodnjih i da čine što je pravo i dobro, da bi Gospod navršio na Avramu što mu je obećao.

ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.

1
20

I reče Gospod: vika je u Sodomu i Gomoru velika, i grijeh je njihov grdan.

εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

1
21

Zato ću sići da vidim eda li sve čine kao što vika dođe preda me; ako li nije tako, da znam.

καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.

1
22

I ljudi okrenuvši se pođoše put Sodoma; ali Avram još stajaše pred Gospodom,

καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. Ἁβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

1
23

I pristupiv Avram reče: hoćeš li pogubiti i pravednoga s nepravednim?

καὶ ἐγγίσας Ἁβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;

1
24

Može biti da ima pedeset pravednika u gradu; hoćeš li i njih pogubiti, i nećeš oprostiti mjestu za onijeh pedeset pravednika što su u njemu?

ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;

0
25

Nemoj to činiti, ni gubiti pravednika s nepravednikom, da bude pravedniku kao i nepravedniku; nemoj; eda li sudija cijele zemlje neće suditi pravo?

μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;

1
26

I reče Gospod: ako nađem u Sodomu pedeset pravednika u gradu, oprostiću cijelom mjestu njih radi.

εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς.

0
27

A Avram odgovori i reče: gle, sada bih progovorio Gospodu, ako i jesam prah i pepeo.

καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

1
28

Može biti pravednika pedeset manje pet, hoćeš li za ovijeh pet zatrti sav grad? Odgovori: neću, ako nađem četrdeset i pet.

ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε.

1
29

I stade dalje govoriti, i reče: može biti da će se naći četrdeset. Reče: neću radi onijeh četrdeset.

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.

0
30

Potom reče: nemoj se gnjeviti, Gospode, što ću reći; može biti da će se naći trideset. I reče: neću, ako nađem trideset.

καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα.

0
31

Opet reče: gle, sada bih progovorio Gospodu; može biti da će se naći dvadeset. Reče: neću ih pogubiti za onijeh dvadeset.

καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι.

0
32

Najposlije reče: nemoj se gnjeviti, Gospode, što ću još jednom progovoriti; može biti da će se naći deset. Reče: neću ih pogubiti radi onijeh deset.

καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

1
33

I Gospod otide svršivši razgovor s Avramom; a Avram se vrati na svoje mjesto.

ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

0