Stari zavet
A kad Avramu bi devedeset i devet godina, javi mu se Gospod i reče mu: ja sam Bog svemogući, po mojoj volji živi i budi pošten.
ΕΓΕΝΕΤΟ δὲ ¨Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
I učiniću zavjet između sebe i tebe, i vrlo ću te umnožiti.
καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.
A Avram pade ničice. I Gospod mu još govori i reče:
καὶ ἔπεσεν ¨Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων·
Od mene evo zavjet moj s tobom da ćeš biti otac mnogim narodima.
καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν,
Zato se više nećeš zvati Avram, nego će ti ime biti Avraam, jer sam te učinio ocem mnogih naroda;
καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ¨Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
Daću ti porodicu vrlo veliku, i načiniću od tebe narode mnoge, i carevi će izaći od tebe.
καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
A postavljam zavjet svoj između sebe i tebe i sjemena tvojega nakon tebe od koljena do koljena, da je zavjet vječan, da sam Bog tebi i sjemenu tvojemu nakon tebe;
καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
I daću tebi i sjemenu tvojemu nakon tebe zemlju u kojoj si došljak, svu zemlju Hanansku u državu vječnu, i biću im Bog.
καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
I reče Bog Avramu: ti pak drži zavjet moj, ti i sjeme tvoje nakon tebe od koljena do koljena.
καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
A ovo je zavjet moj između mene i vas i sjemena tvojega nakon tebe, koji ćete držati: da se obrezuje između vas sve muškinje.
καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,
A obrezivaćete okrajak tijela svojega, da bude znak zavjeta između mene i vas.
καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
Svako muško dijete kad mu bude osam dana da se obrezuje od koljena do koljena, rodilo se u kući ili bilo kupljeno za novce od kojih god stranaca, koje ne bude od sjemena tvojega.
καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
Da se obrezuje koje se rodi u kući tvojoj i koje se kupi za novce tvoje; tako će biti zavjet moj na tijelu vašem zavjet vječan.
περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
A neobrezano muško, kojemu se ne obreže okrajak tijela njegova, da se istrijebi iz naroda svojega, jer pokvari zavjet moj.
καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
I još reče Bog Avramu: a Saru ženu svoju ne zovi je više Sara nego neka joj bude ime Sara.
Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς.
I ja ću je blagosloviti, i daću ti sina od nje; blagosloviću je, i biće mati mnogim narodima, i carevi narodima izaći će od nje.
εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
Tada pade Avram ničice, i nasmija se govoreći u srcu svojem: eda će se čovjeku od sto godina roditi sin? i Sari? eda će žena od devedeset godina roditi?
καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται;
I Avram reče Bogu: neka živ bude Ismailo pred tobom!
εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
I reče Bog: zaista Sara žena tvoja rodiće ti sina, i nadjećeš mu ime Isak; i postaviću zavjet svoj s njim da bude zavjet vječan sjemenu njegovu nakon njega.
εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ· ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.
A i za Ismaila uslišio sam te; evo blagoslovio sam ga, i daću mu porodicu veliku, i umnožiću ga veoma; i rodiće dvanaest knezova, i učiniću od njega velik narod.
περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
A zavjet svoj učiniću s Isakom kad ti ga rodi Sara, do godine u ovo doba.
τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
I Bog izgovorivši otide od Avrama gore.
συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.
I Avram uze Ismaila sina svojega i sve koji se rodiše u domu njegovu i koje god bješe kupio za svoje novce, sve muškinje od domaćih svojih; i obreza okrajak tijela njihova u isti dan, kao što mu kaza Bog.
Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
A bješe Avramu devedeset i devet godina kad obreza okrajak tijela svojega.
Ἁβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
A Ismailu sinu njegovu bješe trinaest godina kad mu se obreza okrajak tijela njegova.
Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
U jedan dan obreza se Avram i sin mu Ismailo,
ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ·
I svi domašnji njegovi, rođeni u kući i kupljeni za novce od stranaca, biše obrezani s njim.
καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.