Stari zavet
Ali Sara žena Avramova ne rađaše mu djece. A imaše robinju Misirku, po imenu Agaru.
ΣΑΡΑ δὲ γυνὴ ¨Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Pa reče Sara Avramu: Gospod me je zatvorio da ne rodim; nego idi k robinji mojoj, ne bih li dobila djece od nje. I Avram prista na riječ Sarinu.
εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ¨Αβραμ τῆς φωνῆς Σάρας.
I Sara žena Avramova uze Agaru Misirku robinju svoju, i dade je za ženu Avramu mužu svojemu poslije deset godina otkako se nastani Avram u zemlji Hananskoj.
καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ¨Αβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ¨Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ¨Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
I on otide k Agari, i ona zatrudnje; a kad vidje da je trudna, ponese se od gospođe svoje.
καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
A Sara reče Avramu: uvreda moja pada na tebe; ja ti metnuh na krilo robinju svoju, a ona vidjevši da je trudna ponese se od mene. Gospod će suditi meni i tebi.
εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
A Avram reče Sari: eto, robinja je tvoja u tvojim rukama, čini s njom što ti je volja. I Sara je stade zlostaviti, te ona pobježe od nje.
εἶπε δὲ ¨Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Ali anđeo Gospodnji nađe je kod studenca u pustinji, kod studenca na putu u Sur.
Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
I reče joj: Agaro, robinjo Sarina, otkuda ideš, kuda li ideš? A ona reče: bježim od Sare gospođe svoje.
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
A anđeo joj Gospodnji reče: vrati se gospođi svojoj i pokori joj se.
εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Opet joj reče anđeo Gospodnji: umnožiću veoma sjeme tvoje, da se neće moći prebrojiti od množine.
καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
Jošte joj reče anđeo Gospodnji: eto si trudna, i rodićeš sina, i nadjeni mu ime Ismailo; jer je Gospod vidio muku tvoju.
καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
A biće čovjek ubojica; ruka će se njegova dizati na svakoga a svačija na njega, i nastavaće na pogledu svoj braći svojoj.
οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Tada Agara prizva ime Gospoda koji govori s njom: ti si Bog, koji vidi. Jer govoraše: zar još gledam iza onoga koji me vidje?
καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Toga radi zove se studenac onaj studenac živoga koji me vidi; a on je između Kadisa i Varada.
ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
I rodi Agara Avramu sina; i nadjede Avram sinu svojemu, kojega mu rodi Agara, ime Ismailo.
Καὶ ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ υἱόν, καὶ ἐκάλεσεν ¨Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
A bješe Avramu osamdeset i šest godina kad mu Agara rodi Ismaila.