Novi zavet
U to vrijeme pak iziđe zapovijest od ćesara Avgusta da se prepiše sav svijet.
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην·
Ovo je bio prvi prijepis za vladanja Kirinova Sirijom.
(αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·)
I pođoše svi da se prepišu svaki u svoj grad.
καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
Tada pođe i Josif iz Galileje iz grada Nazareta u Judeju u grad Davidov koji se zvaše Vitlejem, jer on bijaše iz doma i plemena Davidova,
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,
Da se prepiše s Marijom, isprošenom za njega ženom, koja bješe trudna.
ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ.
I kad onamo bijahu, dođe vrijeme da ona rodi.
ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
I rodi sina svojega prvenca, i povi ga, i metnu ga u jasli; jer im ne bijaše mjesta u gostionici.
καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
I bijahu pastiri u onome kraju koji čuvahu noćnu stražu kod stada svojega.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
I gle, anđeo Gospodnji stade među njima, i slava Gospodnja obasja ih; i uplašiše se vrlo.
καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν·
I reče im anđeo: ne bojte se; jer gle, javljam vam veliku radost koja će biti svemu narodu.
καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ,
Jer vam se danas rodi spas, koji je Hristos Gospod, u gradu Davidovu.
ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ·
I eto vam znaka: naći ćete dijete povito gdje leži u jaslima.
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
I ujedanput postade s anđelom mnoštvo vojnika nebeskijeh, koji hvaljahu Boga govoreći:
καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
Slava na visini Bogu, i na zemlji mir, među ljudima dobra volja.
Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
I kad anđeli otidoše od njih na nebo, pastiri govorahu jedan drugome: hajdemo do Vitlejema, da vidimo to što se tamo dogodilo što nam kaza Gospod.
Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
I dođoše brzo, i nađoše Mariju i Josifa i dijete gdje leži u jaslima.
καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ·
A kad vidješe, kazaše sve što im je kazano za to dijete.
ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
I svi koji čuše diviše se tome što im kazaše pastiri.
καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς,
A Marija čuvaše sve riječi ove i slagaše ih u srcu svojemu.
ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
I vratiše se pastiri slaveći i hvaleći Boga za sve što čuše i vidješe kao što im bi kazano.
καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
I kad se navrši osam dana da ga obrežu, nadjenuše mu ime Isus, kao što je anđeo rekao dok se još nije bio ni zametnuo u utrobi.
Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
I kad dođe vrijeme da idu na molitvu po zakonu Mojsijevu, doniješe ga u Jerusalim da ga metnu pred Gospoda,
Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ,
(Kao što je napisano u zakonu Gospodnjemu: da se svako dijete muško koje najprije otvori matericu posveti Gospodu;)
καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται,
I da prinesu prilog, kao što je rečeno u zakonu Gospodnjemu, dvije grlice, ili dva golubića.
καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
I gle, bijaše u Jerusalimu čovjek po imenu Simeun, i taj čovjek bješe pravedan i pobožan, koji čekaše utjehe Izrailjeve, i Duh sveti bijaše u njemu.
Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν·
I njemu bješe sveti Duh kazao da neće vidjeti smrti dok ne vidi Hrista Gospodnjega.
καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν χριστὸν κυρίου.
I kaza mu Duh te dođe u crkvu; i kad donesoše roditelji dijete Isusa da svrše za njega zakon po običaju,
καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
I on ga uze na ruke svoje, i hvali Boga i reče:
καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν·
Sad otpuštaš s mirom slugu svojega, Gospode, po riječi svojoj;
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
Jer vidješe oči moje spasenije tvoje,
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
Koje si ugotovio pred licem sviju naroda,
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
Vidjelo, da obasja neznabošce, i slavu naroda tvojega Izrailja.
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
I Josif i mati njegova čuđahu se tome što se govoraše za njega.
καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
I blagoslovi ih Simeun, i reče Mariji materi njegovoj: gle, ovaj leži da mnoge obori i podigne u Izrailju, i da bude znak protiv koga će se govoriti
καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον,
(A i tebi samoj probošće nož dušu), da se otkriju misli mnogijeh srca.
καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
I bješe Ana proročica, kći Fanuilova, od koljena Asirova; ona je ostarjela, a sedam je godina življela s mužem od djevojaštva svojega,
Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
I udova oko osamdeset i četiri godine, koja ne odlažaše od crkve, i služaše Bogu dan i noć postom i molitvama.
καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
I ona u taj čas dođe, i hvaljaše Gospoda i govoraše za njega svima koji čekahu spasenija u Jerusalimu.
καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.
I kad svršiše sve po zakonu Gospodnjemu, vratiše se u Galileju u grad svoj Nazaret.
Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
A dijete rastijaše i jačaše u duhu, i punjaše se premudrosti, i blagodat Božija bješe na njemu.
Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό.
I roditelji njegovi iđahu svake godine u Jerusalim o prazniku pashe.
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
I kad mu bi dvanaest godina, dođoše oni u Jerusalim po običaju praznika;
καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς
I kad dane provedoše i oni se vratiše, osta dijete Isus u Jerusalimu; i ne znade Josif i mati njegova;
καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
Nego misleći da je s društvom, otidoše dan hoda, i stadoše ga tražiti po rodbini i po znancima.
νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,
I ne našavši ga vratiše se u Jerusalim da ga traže.
καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
I poslije tri dana nađoše ga u crkvi gdje sjedi među učiteljima, i sluša ih, i pita ih,
καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
I svi koji ga slušahu divljahu se njegovu razumu i odgovorima.
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
I vidjevši ga začudiše se, i mati njegova reče mu: sine! šta učini nama tako? Evo otac tvoj i ja sa strahom tražismo te.
καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
I reče im: zašto ste me tražili? Zar ne znate da meni treba u onom biti što je oca mojega?
καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
I oni ne razumješe riječi što im reče.
καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
I siđe s njima i dođe u Nazaret; i bijaše im poslušan. I mati njegova čuvaše sve riječi ove u srcu svojemu.
καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
I Isus napredovaše u premudrosti i u rastu i u milosti kod Boga i kod ljudi.
Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.