Jevanđelje po Luki 11

1

I kad se moljaše Bogu na jednom mjestu pa presta, reče mu neki od učenika njegovijeh: Gospode! nauči nas moliti se Bogu, kao što i Jovan nauči svoje učenike.

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.

0
2

A on im reče: kad se molite Bogu govorite: oče naš koji si na nebesima, da se sveti ime tvoje; da dođe carstvo tvoje; da bude volja tvoja i na zemlji kao na nebu;

εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

0
3

Hljeb naš potrebni daji nam svaki dan;

τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν·

0
4

I oprosti nam grijehe naše, jer i mi opraštamo svakome dužniku svojemu; i ne navedi nas u napast; nego nas izbavi oda zla.

καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.

0
5

I reče im: koji od vas ima prijatelja, i otide mu u ponoći i reče mu: prijatelju! daj mi tri hljeba u zajam;

Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,

0
6

Jer mi dođe prijatelj s puta, i nemam mu šta postaviti;

ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·

0
7

A on iznutra odgovarajući da reče: ne uznemiruj me; već su vrata zatvorena i djeca su moja sa mnom u postelji, i ne mogu ustati da ti dam.

κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.

0
8

I kažem vam: ako i ne ustane da mu da zato što mu je prijatelj, ali za njegovo bezobrazno iskanje ustaće i daće mu koliko treba.

λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.

0
9

I ja vama kažem: ištite i daće vam se: tražite i naći ćete; kucajte i otvoriće vam se.

Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·

0
10

Jer svaki koji ište, prima; i koji traži, nalazi; i koji kuca, otvora mu se.

πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

0
11

Koji je među vama otac u koga ako sin zaište hljeba da mu da kamen? Ili ako zaište ribe da mu da mjesto ribe zmiju?

τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει;

0
12

Ili ako zaište jaje da mu da skorpiju?

ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;

0
13

Kad dakle vi, zli budući, umijete dobre dare davati djeci svojoj, koliko će više otac nebeski dati Duha svetoga onima koji ištu u njega?

εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.

0
14

I jednom izgna đavola koji bješe nijem; kad đavo iziđe progovori nijemi; i diviše se ljudi.

Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·

0
15

A neki od njih rekoše: pomoću Veelzevula kneza đavolskoga izgoni đavole.

τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·

0
16

A drugi kušajući ga iskahu od njega znak s neba.

ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ.

0
17

A on znajući pomisli njihove reče im: svako carstvo koje se razdijeli samo po sebi, opustjeće, i dom koji se razdijeli sam po sebi, propašće.

αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.

0
18

Tako i sotona ako se razdijeli sam po sebi, kako će ostati njegovo carstvo? kao što kažete da pomoću Veelzevula izgonim đavole.

εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.

0
19

Ako li ja pomoću Veelzevula izgonim đavole, sinovi vaši čijom pomoću izgone? Zato će vam oni biti sudije.

εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.

0
20

A ako li ja prstom Božijim izgonim đavole, dakle je došlo k vama carstvo Božije.

εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

0
21

Kad se jaki naoruža i čuva svoj dvor, imanje je njegovo na miru;

ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·

0
22

A kad dođe jači od njega i nadvlada ga, uzme sve oružje njegovo u koje se uzdao, i razdijeli što otme od njega.

ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.

0
23

Koji nije sa mnom, protiv mene je; i koji sa mnom ne sabira, prosipa.

ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.

1
24

Kad nečisti duh iziđe iz čovjeka, ide kroz bezvodna mjesta tražeći pokoja, i ne našavši reče: da se vratim u dom svoj otkuda sam izišao;

Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·

0
25

I došavši nađe pometen i ukrašen.

καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.

0
26

Tada otide i uzme sedam drugijeh duhova gorijeh od sebe, i ušavši žive ondje; i bude potonje čovjeku onome gore od prvoga.

τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

0
27

A kad to govoraše, podiže glas jedna žena iz naroda i reče mu: blago utrobi koja te je nosila, i sisama koje si sao!

Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας·

0
28

A on reče: blago i onima koji slušaju riječ Božiju, i drže je.

αὐτὸς δὲ εἶπεν· Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες.

0
29

A narodu koji se skupljaše stade govoriti: rod je ovaj zao; ište znak, i neće mu se dati znak osim znaka Jone proroka;

Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.

0
30

Jer kako što Jona bi znak Ninevljanima, tako će i sin čovječij biti rodu ovome.

καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.

0
31

Carica južna izići će na sud s ljudima roda ovoga, i osudiće ih; jer ona dođe s kraja zemlje da sluša premudrost Solomunovu: a gle, ovdje je veći od Solomuna.

βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.

1
32

Ninevljani izići će na sud s rodom ovijem, i osudiće ga; jer se pokajaše poučenjem Joninijem: a gle, ovdje je veći od Jone.

ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

0
33

Niko ne meće zapaljene svijeće na sakriveno mjesto, niti pod sud, nego na svijećnjak da vide svjetlost koji ulaze.

Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.

0
34

Svijeća je tijelu oko. Ako dakle oko tvoje bude zdravo, sve će tijelo tvoje biti svijetlo; ako li oko tvoje bude kvarno, i tijelo je tvoje tamno.

ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.

1
35

Gledaj dakle da vidjelo koje je u tebi ne bude tama.

σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

0
36

Jer ako je sve tijelo tvoje svijetlo da nema nikakvoga uda tamna, biće svijetlo kao kad te svijeća obasjava svjetlošću.

εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

0
37

A kad govoraše, moljaše ga nekakav farisej da objeduje u njega. A on ušavši sjede za trpezu.

Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.

0
38

A farisej se začudi kad vidje da se najprije ne umi prije objeda.

ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.

0
39

A Gospod reče mu: sad vi fariseji spolja čistite čašu i zdjelu, a iznutra vam je puno grabeža i zlobe.

εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.

0
40

Bezumni! nije li onaj načinio i iznutra koji je spolja načinio?

ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;

0
41

Ali dajite milostinju od onoga što je unutra; i gle, sve će vam biti čisto.

πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.

1
42

Ali teško vama farisejima što dajete desetak od metvice i od rute i od svakoga povrća, a prolazite pravdu i ljubav Božiju: ovo je trebalo činiti, i ono ne ostavljati.

Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι.

2
43

Teško vama farisejima što tražite začelja po zbornicama i da vam se klanja po ulicama.

οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

0
44

Teško vama književnici i fariseji, licemjeri, što ste kao sakriveni grobovi po kojima ljudi idu i ne znadu ih.

οὐαὶ ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

0
45

A neki od zakonika odgovarajući reče: učitelju! govoreći to i nas sramotiš.

Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.

0
46

A on reče: teško i vama zakonicima što tovarite na ljude bremena preteška za nošenje, a vi jednijem prstom svojijem nećete da ih prihvatite.

ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.

0
47

Teško vama što zidate grobove prorocima, a vaši su ih ocevi pobili.

οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.

0
48

Vi dakle svjedočite i odobravate djela otaca svojijeh; jer ih oni pobiše, a vi im grobove zidate.

ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.

0
49

Zato i premudrost Božija reče: poslaću im proroke i apostole, i od njih će jedne pobiti, a druge protjerati;

διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν,

0
50

Da se ište od roda ovoga krv sviju proroka koja je prolivena od postanja svijeta,

ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,

0
51

Od krvi Aveljeve tja do krvi Zarijne, koji pogibe među oltarom i crkvom. Da, kažem vam, iskaće se od roda ovoga.

ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.

0
52

Teško vama zakonici što uzeste ključ od znanja: sami ne uđoste, a koji šćadijahu da uđu, zabraniste im.

οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

0
53

A kad im on ovo govoraše, počeše književnici i fariseji vrlo navaljivati k njemu i mnogijem pitanjem zabunjivati ga,

Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,

0
54

Vrebajući i pazeći na njega ne bi li što ulovili iz usta njegovijeh da ga okrive.

ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.

0