Stari zavet
Ustaće Bog, i rasuće se neprijatelji njegovi, i pobjeći će od lica njegova koji mrze na nj.
ΑΝΑΣΤΗΤΩ ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Ti ćeš ih razagnati kao dim što se razgoni; kao što se vosak topi od ognja, tako će bezbožnici izginuti od lica Božijega.
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
A pravednici će se veseliti, radovaće se pred Bogom, i slaviti u radosti.
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.
Pojte Bogu, popijevajte imenu njegovu; ravnite put onome što ide preko pustinje; Gospod mu je ime, radujte mu se.
ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
Otac je sirotama i sudija udovicama Bog u svetome stanu svom.
ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
Bog samcima daje zadrugu, sužnje izvodi na mjesta obilna, a nepokorni žive gdje je suša.
ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.
Bože! kad si išao pred narodom svojim, kad si išao preko pustinje,
ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. (διάψαλμα).
Zemlja se tresijaše, i nebo se rastapaše od lica Božijega, i ovaj Sinaj od lica Boga, Boga Izrailjeva.
γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.
Blagodatni si dažd izlivao, Bože, i kad iznemagaše dostojanje tvoje, ti si ga krijepio.
βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.
Stado tvoje življaše ondje; po dobroti svojoj, Bože, ti si gotovio hranu jadnome.
τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός.
Gospod daje riječ; glasnika veliko je mnoštvo.
Κύριος δώσει ρῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
Carevi nad vojskama bježe, bježe, a koja sjedi doma, dijeli plijen.
ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
Smirivši se u svojim krajevima, vi ste kao golubica, kojoj su krila posrebrena a perje joj se zlatni.
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.
Kad je svemogući rasipao careve na ovoj zemlji, ona se blistaše kao snijeg na Selmonu.
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.
Gora je Vasanska gora Božija; gora je Vasanska gora humovita.
ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.
Zašto gledate zavidljivo, gore humovite? Evo gora, na kojoj omilje Bogu živjeti, i na kojoj će Gospod živjeti dovijeka.
ἱνατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.
Kola Božijih ima sila, tisuće tisuća. Među njima je Gospod, Sinaj u svetinji.
τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἦν, ἐν τῷ ἁγίῳ.
Ti si izašao na visinu, doveo si roblje, primio darove za ljude, a i za one koji se protive da ovdje nastavaš, Gospode Bože!
ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.
Blagosloven Gospod svaki dan! Ako nas ko pretovara, Bog nam pomaže.
Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. (διάψαλμα).
Ovaj je Bog naš Bog spasitelj, u vlasti su Gospodu vrata smrtna.
ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.
Gospod satire glavu neprijateljima svojim i vlasato tjeme onoga koji ostaje u bezakonju svojem.
πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
Reče Gospod: od Vasana ću dovesti, dovešću iz dubine morske,
εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.
Da ti ogrezne noga u krvi neprijateljskoj i jezik pasa tvojih da je liže.
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.
Vidješe kako ideš, Bože, kako sveto ide Bog moj, car moj.
ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.
Naprijed iđahu pjevači, za njima svirači sred djevojaka s bubnjima:
προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
"Na saboru blagosiljajte Gospoda Boga, koji ste iz izvora Izrailjeva!"
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Ondje mladi Venijamin, starješina njihov; knezovi Judini, vladaoci njihovi; knezovi Zavulonovi, knezovi Neftalimovi.
ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.
Bog tvoj darovao ti je silu. Utvrdi, Bože, ovo što si učinio za nas!
ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν.
U crkvi tvojoj, u Jerusalimu, carevi će prinositi dare.
ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα.
Ukroti zvijer u ritu, kod volova s teocima naroda, da bi popadali pred tobom sa šipkama srebra; raspi narode koji žele bojeve.
ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
Doći će vlastela iz Misira, Etiopija će pružiti ruke svoje k Bogu.
ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.
Carstva zemaljska, pojte Bogu, popijevajte Gospodu,
αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. (διάψαλμα).
Koji sjedi na nebesima nebesa iskonskih. Evo grmi glasom jakim.
ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
Dajte slavu Bogu; veličanstvo je njegovo nad Izrailjem i sila njegova na oblacima.
δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
Divan si, Bože, u svetinji svojoj! Bog Izrailjev daje silu i krjepost narodu. Blagosloven Bog!
θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς ὁ Θεός.