Postanje 46

Stari zavet

1

Tada pođe Izrailj sa svijem što imaše, i došav u Virsaveju prinese žrtvu Bogu oca svojega Isaka.

ΑΠΑΡΑΣ δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.

0
2

I Bog reče Izrailju noću u utvari: Jakove! Jakove! A on odgovori: evo me.

εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;

0
3

I Bog mu reče: ja sam Bog, Bog oca tvojega; ne boj se otići u Misir; jer ću ondje načiniti od tebe narod velik.

ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,

0
4

Ja ću ići s tobom u Misir, i ja ću te odvesti onamo, i Josif će metnuti ruku svoju na oči tvoje.

καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.

0
5

I pođe Jakov od Virsaveje; i sinovi Izrailjevi posadiše Jakova oca svojega i djecu svoju i žene svoje na kola koja posla Faraon po nj.

ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν,

0
6

I uzeše stoku svoju i blago svoje što bijahu stekli u zemlji Hananskoj; i dođoše u Misir Jakov i sva porodica njegova.

καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,

0
7

Sinove svoje i sinove sinova svojih, kćeri svoje i kćeri sinova svojih, i svu porodicu svoju dovede sa sobom u Misir.

υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

0
8

A ovo su imena djece Izrailjeve što dođoše u Misir: Jakov i sinovi njegovi. Prvenac Jakovljev Ruvim;

Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ρουβήν.

0
9

I sinovi Ruvimovi: Enoh, Faluj, Esron i Harmija.

υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.

0
10

A sinovi Simeunovi: Jemuilo, Jamin, Aod, Jahin, Soar i Saul, sin jedne Hananejke.

υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.

0
11

Sinovi Levijevi: Girson, Kat i Merarije.

υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.

0
12

Sinovi Judini: Ir, Avnan, Silom, Fares i Zara; a umrli bjehu Ir i Avnan u zemlji Hananskoj, ali bijahu sinovi Faresovi Esrom i Jemuilo.

υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.

0
13

Sinovi Isaharovi: Tola, Fuva, Jov i Simron.

υἱοὶ δὲ Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.

0
14

Sinovi Zavulonovi: Sered, Alon, i Ahojilo.

υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ.

0
15

To su sinovi Lijini, koje rodi Jakovu u Padan-Aramu, i jošte Dina kći njegova. Svega duša, sinova njegovijeh i kćeri njegovijeh bješe trideset i tri.

οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.

0
16

Sinovi Gadovi: Sifon, Agije, Sunije, Esvon, Irije, Arodije i Arilije.

υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς.

0
17

Sinovi Asirovi: Jemna, Jesva, Jesvija i Verija, i sestra njihova Sara. A sinovi Verijini Hovor i Melhilo.

υἱοὶ δὲ Ἀσήρ· Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.

0
18

To su sinovi Zelfe, koju dade Lavan Liji kćeri svojoj, i ona ih rodi Jakovu, šesnaest duša.

οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς.

0
19

A sinovi Rahilje žene Jakovljeve: Josif i Venijamin.

υἱοὶ δὲ Ραχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμίν.

0
20

A Josifu se rodiše u Misiru od Asenete kćeri Potifere sveštenika Onskoga: Manasija i Jefrem.

ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.

0
21

A sinovi Venijaminovi: Vela, Veher, Asvil, Gira, Naman, Ihije, Ros, Mupim, Upim i Arad.

υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.

0
22

To su sinovi Rahiljini što se rodiše Jakovu, svega četrnaest duša.

οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.

0
23

I sin Danov: Asom.

υἱοὶ δὲ Δάν· Ἀσόμ.

0
24

A sinovi Neftalimovi: Asilo, Gunije, Jeser i Silim.

καὶ υἱοὶ Νεφθαλείμ· Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.

0
25

To su sinovi Vale, koju dade Lavan Rahilji kćeri svojoj i ona ih rodi Jakovu; svega sedam duša.

οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.

0
26

A svega duša što dođoše s Jakovom u Misir a izađoše od bedara njegovijeh, osim žena sinova Jakovljevijeh, svega duša bješe šezdeset i šest.

πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.

0
27

I dva sina Josifova koji mu se rodiše u Misiru; svega dakle duša doma Jakovljeva, što dođoše u Misir, bješe sedamdeset.

υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.

0
28

A Judu posla Jakov naprijed k Josifu, da mu javi da izađe preda nj u Gesem. I dođoše u zemlju Gesemsku.

Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.

0
29

A Josif upreže u kola svoja, i izađe na susret Izrailju ocu svojemu u Gesem; i kad ga vidje Jakov, pade mu oko vrata, i plaka dugo o vratu njegovu.

ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.

0
30

I reče Izrailj Josifu: sada ne marim umrijeti kad sam te vidio da si jošte živ.

καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.

0
31

A Josif reče braći svojoj i domu oca svojega: idem da javim Faraonu; ali ću mu kazati: braća moja i dom oca mojega iz zemlje Hananske dođoše k meni;

εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·

0
32

A ti su ljudi pastiri i svagda su se bavili oko stoke, i dovedoše ovce svoje i goveda svoja i što god imaju.

οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.

0
33

A kad vas Faraon dozove, reći će vam: kakvu radnju radite?

ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;

0
34

A vi kažite: pastiri su bile sluge tvoje od mladosti, i mi i stari naši; da biste ostali u zemlji Gesemskoj; jer su Misircima svi pastiri nečisti.

ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

0