Postanje 45

Stari zavet

1

Tada Josif ne mogući se uzdržati pred ostalima koji stajahu oko njega, povika: izađite svi napolje. Tako ne osta niko kod njega kad se Josif pokaza braći svojoj.

ΚΑΙ οὐκ ἠδύνατο Ἰωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ᾿ εἶπεν· ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ.

0
2

Pa briznu plakati tako da čuše Misirci, ču i dom Faraonov.

καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ.

0
3

I reče Josif braći svojoj: ja sam Josif; je li mi otac još u životu? Ali mu braća ne mogahu odgovoriti, jer se prepadoše od njega.

εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἐγώ εἰμι Ἰωσήφ. ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ.

0
4

A Josif reče braći svojoj: pristupite bliže k meni. I pristupiše; a on reče: ja sam Josif brat vaš, kojega prodadoste u Misir.

εἶπε δὲ Ἰωσὴφ πρὸς τούς ἀδελφοὺς αὐτοῦ· ἐγγίσατε πρός με, καὶ ἤγγισαν. καὶ εἶπεν· ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον.

0
5

A sada nemojte žaliti niti se kajati što me prodadoste ovamo, jer Bog mene posla pred vama radi života vašega.

νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν·

0
6

Jer je već dvije godine dana glad u zemlji, a biće još pet godina, gdje neće biti ni oranja ni žetve.

τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις οὐδὲ ἄμητος·

0
7

A Bog me posla pred vama, da vas sačuva na zemlji i da vam izbavi život izbavljanjem prevelikim.

ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.

0
8

I tako nijeste me vi opravili ovamo nego sam Bog, koji me postavi ocem Faraonu i gospodarem od svega doma njegova i starješinom nad svom zemljom Misirskom.

νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ἢ ὁ Θεός, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.

0
9

Vratite se brže k ocu mojemu i kažite mu: ovako veli sin tvoj Josif: Bog me je postavio gospodarem svemu Misiru, hodi k meni, nemoj oklijevati.

σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς·

0
10

Sjedjećeš u zemlji Gesemskoj i bićeš blizu mene, ti i sinovi tvoji i sinovi sinova tvojih, i ovce tvoje i goveda tvoja i što je god tvoje.

καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ οἱ βόες σου καὶ ὅσα σοι ἐστί,

0
11

I ja ću te hraniti ondje, jer će još pet godina biti glad, da ne pogineš od gladi ti i dom tvoj i što je god tvoje.

καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου.

0
12

A eto vidite očima svojima, i brat moj Venijamin svojima očima, da vam ja iz usta govorim.

ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.

0
13

Kažite ocu mojemu svu slavu moju u Misiru i što ste god vidjeli; pohitajte i dovedite ovamo oca mojega.

ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε.

0
14

Tada pade oko vrata Venijaminu bratu svojemu i plaka. I Venijamin plaka o vratu njegovu.

καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.

0
15

I izljubi svu braću svoju i isplaka se nad njima. Potom se braća njegova razgovarahu s njim.

καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.

0
16

I ču se glas u kući Faraonovoj, i rekoše: dođoše braća Josifu. I milo bi Faraonu i slugama njegovijem;

Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες· ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.

0
17

I reče Faraon Josifu: kaži braći svojoj: ovako učinite: natovarite magarce svoje, pa idite i vratite se u zemlju Hanansku,

εἶπε δὲ Φαραὼ πρὸς Ἰωσήφ· εἰπὸν τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν

0
18

Pa uzmite oca svojega i čeljad svoju, i dođite k meni, i daću vam najbolje što ima u zemlji Misirskoj, i ješćete najbolje obilje ove zemlje.

καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς.

0
19

A ti im zapovjedi: ovako učinite: uzmite sa sobom iz zemlje Misirske kola za djecu svoju i za žene svoje, i povezite oca svojega i dođite ovamo;

σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶν ὑμῶν. καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε·

0
20

A na pokućstvo svoje ne gledajte, jer što ima najbolje u svoj zemlji Misirskoj vaše je.

καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.

0
21

I sinovi Izrailjevi učiniše tako; i Josif im dade kola po zapovijesti Faraonovoj; dade im i brašnjenice na put.

ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν,

0
22

I svakome dade po dvoje haljine, a Venijaminu dade trista srebrnika i petore haljine.

καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς,

0
23

A ocu svojemu posla još deset magaraca natovarenijeh najljepšijeh stvari što ima u Misiru, i deset magarica natovarenijeh žita i hljeba i jestiva ocu na put.

καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.

0
24

Tako opravi braću svoju, i pođoše; i reče im: nemojte se koriti putem.

ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.

0
25

Tako se vratiše iz Misira, i dođoše u zemlju Hanansku k Jakovu ocu svojemu.

Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν,

0
26

I javiše mu i rekoše: još je živ Josif, i zapovjeda nad svom zemljom Misirskom. A u njemu srce prenemože, jer im ne vjerovaše.

καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ὅτι ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.

0
27

Ali kad mu kazaše sve riječi Josifove, koje im je Josif rekao, i vidje kola, koja posla Josif po oca, tada oživje duh Jakova oca njihova;

ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ρηθέντα ὑπὸ Ἰωσήφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησε τὸ πνεῦμα Ἰακὼβ τοῦ πατρὸς αὐτῶν.

0
28

I reče Izrailj: dosta mi je kad je još živ sin moj Josif; idem da ga vidim dokle nijesam umro.

0