Stari zavet
Ne hvali se sjutrašnjim danom, jer ne znaš šta će dan donijeti.
ΜΗ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
Neka te hvali drugi, a ne tvoja usta, tuđin, a ne tvoje usne.
ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
Težak je kamen, i pijesak je težak; ali je gnjev bezumnikov teži od obojega.
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
Jarost je nemilostiva, i gnjev je plah; ali ko će odoljeti zavisti?
ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή, ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
Bolji je javni ukor nego tajna ljubav.
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
Udarci od prijatelja istiniti su, a cjelivi nenavidnikovi lažni.
ἀξιοπιστόστερά εἰσι τραύματα φίλου ἢ ἐκούσια φιλήματα ἐχθροῦ.
Duša sita gazi sat, a gladnoj duši slatko je sve što je gorko.
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
Kaka je ptica koja odleti iz svojega gnijezda, taki je čovjek koji otide iz svojega mjesta.
ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
Ulje i kad veseli srce, tako je prijatelj sladak svjetom srdačnijem.
μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία, καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
Ne ostavljaj prijatelja svojega ni prijatelja oca svojega, i u kuću brata svojega ne ulazi u nesreći svojoj: bolji je susjed blizu nego brat daleko.
φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθης ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
Sine moj, budi mudar i obraduj srce moje, da imam šta odgovoriti onome ko me ruži.
σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία, καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
Pametan čovjek vidi zlo i skloni se, a ludi idu dalje i plaćaju.
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη, ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
Uzmi haljinu onomu koji se podjamči za tuđina, i uzmi zalog od njega za tuđinku.
ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθε γὰρ ὑβριστής, ὅστις τὰ ἀλλότρια λυμαίνεται.
Ko blagosilja prijatelja svojega na glas rano ustajući, primiće mu se za kletvu.
ὃς ἂν εὐλογῇ φίλον τὸ πρωΐ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.
Neprestano kapanje kad je velik dažd, i žena svadljiva, jedno su;
σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἱδίου οἴκου.
Ko je ustavlja, ustavlja vjetar, i ona se odaje kao mirisavo ulje u desnici.
Βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
Gvožđe se gvožđem oštri, tako čovjek oštri lice prijatelja svojega.
σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
Ko čuva smokvu, ješće roda njezina; tako ko čuva gospodara svojega, biće poštovan.
ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον, τιμηθήσεται.
Kako je u vodi lice prema licu, tako je srce čovječije prema čovjeku.
ὥσπερ οὐκ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων.
Grob i propast nigda se ne mogu zasititi, tako oči čovječije nigda nijesu site.
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὡσαύτως καὶ οἱ ὁφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. 20α βδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν, καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
Srebro u topionici i zlato u peći a čovjek u ustima onoga koji ga hvali poznaje se.
δοκίμιον ἀργυρῷ καὶ χρυσῷ πύρωσις, ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. 21α καρδία ἀνόμου ἐκζητεῖ κακά, καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν.
Da bezumnoga tucaš u stupi tučkom s prekrupom, ne bi otišlo od njega bezumlje njegovo.
ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
Dobro gledaj stoku svoju i staraj se za stada svoja.
γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
Jer bogatstvo ne traje dovijeka niti kruna od koljena do koljena.
ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς, οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
Kad trava naraste i pokaže se zelen, kupi se trava po planinama.
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ σύναγε χόρτον ὀρεινόν,
Jaganjci su ti za odijelo, i jarići cijena za njivu.
ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· τίμα πεδίον, ἵνα ὦσί σοι ἄρνες.
I dosta ima mlijeka kozjega tebi za jelo, i za jelo tvojemu domu i za hranu tvojim djevojkama.
υἱέ, παρ᾿ ἐμοῦ ἔχεις ρήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.