Stari zavet
Kao snijeg u ljeto i dažd o žetvi, tako ne dolikuje bezumnome čast.
ΩΣΠΕΡ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
Kao vrabac kad prhne i lasta kad odleti, tako kletva nezaslužena neće doći.
ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
Bič konju, uzda magarcu, a batina bezumnicima na leđa.
ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ράβδος ἔθνει παρανόμῳ.
Ne odgovaraj bezumniku po bezumlju njegovu, da ne budeš i ti kao on.
μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
Odgovori bezumniku prema bezumlju njegovu, da ne misli da je mudar.
ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφός παρ᾿ ἑαυτῷ.
Ko šalje bezumnika da mu što svrši, on otsijeca sebi noge i pije nepravdu.
ἐκ τῶν ὁδῶν ἑαυτοῦ ὄνειδος ποιεῖται ὁ ἀποστείλας δι᾿ ἀγγέλου ἄφρονος λόγον.
Kako hromi hramlje nogama svojim, taka je besjeda u ustima bezumnijeh.
ἀφελοῦ πορείαν σκελῶν καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
Kao da baca dragi kamen u gomilu kamenja, tako radi ko čini čast bezumnome.
ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν.
Kao trn kad dođe u ruku pijanome, taka je besjeda u ustima bezumnijeh.
ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
Mnogo muke zadaje svjema ko plaća bezumniku i ko plaća prestupnicima.
πολλὰ χειμάζεται πᾶσα σάρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
Kao što se pas povraća na svoju bljuvotinu, tako bezumnik ponavlja svoje bezumlje.
ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. 11α ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καί ἐστιν αἰσχύνη δόξα καὶ χάρις.
Jesi li vidio čovjeka koji misli da je mudar? više ima nadanja od bezumnoga nego od njega.
εἶδον ἄνδρα δόξαντα παρ᾿ αὑτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχε μᾶλλον ἄφρων αὐτοῦ.
Ljenivac govori: ljuti je lav na putu, lav je na ulicama.
λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
Kao što se vrata obrću na čepovima svojim, tako ljenivac na postelji svojoj.
ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
Ljenivac krije ruku svoju u njedra, teško mu je prinijeti je k ustima.
κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ, οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
Ljenivac misli da je mudriji od sedmorice koji odgovaraju razumno.
σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
Psa za uši hvata ko se prolazeći žesti za tuđu raspru.
ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
Kakav je bezumnik koji baca iskre i strijele smrtne,
ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται,
Taki je svaki koji prevari bližnjega svojega pa onda veli: šalio sam se.
οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσι, λέγουσι ὅτι παίζων ἔπραξα.
Kad nestane drva, ugasi se oganj; tako kad nema opadača, prestaje raspra.
ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη.
Ugalj je za žeravicu, drva za oganj, a čovjek svadljivac da raspaljuje svađu.
ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρί, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
Riječi su opadačeve kao riječi izbijenijeh, ali slaze unutra u trbuh.
λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
Kao srebrna pjena kojom se obloži crijep, take su usne neprijateljske i zlo srce.
ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον. χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
Nenavidnik se pretvara ustima svojim, a u srcu slaže prijevaru.
χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους.
Kad govori umiljatijem glasom, ne vjeruj mu, jer mu je u srcu sedam gadova.
ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῆς, ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
Mržnja se pokriva lukavstvom, ali se zloća njezina otkriva na zboru.
ὁ κρύπτων ἔχθραν συνίστησι δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
Ko jamu kopa, u nju će pasti; i ko kamen valja, na njega će se prevaliti.
ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν, ὁ δὲ κυλίων λίθον ἐφ᾿ ἑαυτὸν κυλίει.
Jezik lažan mrzi na one koje satire, i usta koja laskaju grade pogibao.
γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.