Poslovice 25

Stari zavet

1

I ovo su priče Solomunove koje sabraše ljudi Jezekije cara Judina.

ΑΥΤΑΙ αἱ παιδεῖαι Σολομῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας.

0
2

Slava je Božija skrivati stvar, a slava je carska istraživati stvar.

Δόξα Θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.

0
3

Visina nebu i dubina zemlji i srce carevima ne može se dosegnuti.

οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.

0
4

Uzmi od srebra trosku, i izaći će livcu zaklad.

τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·

0
5

Uzmi bezbožnika ispred cara, i utvrdiće se pravdom prijesto njegov.

κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.

0
6

Ne veličaj se pred carem i ne staj na mjesto gdje stoje vlastelji.

μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·

0
7

Jer je bolje da ti se kaže: hodi gore, nego da te ponize pred knezom da vidiš svojim očima.

κρεῖσσον γάρ σοι τὸ ρηθῆναι· ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.

0
8

Ne idi odmah da se preš, gledaj šta bi činio napošljetku ako bi te osramotio bližnji tvoj.

μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ᾿ ἐσχάτων. ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,

0
9

Raspravi stvar svoju s bližnjim svojim, ali tuđe tajne ne otkrivaj,

ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει,

0
10

Da te ne bi psovao ko čuje, i sramota tvoja da ne bi ostala na tebi.

μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλὰ ἔσται σοι ἴση θανάτῳ. 10α χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.

0
11

Zlatne jabuke u srebrnijem sudima jesu zgodne riječi.

μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον.

0
12

Zlatna je grivna i nakit od najboljega zlata mudri karač onome koji sluša.

εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς.

0
13

Vjeran je poslanik kao studen šnježna o žetvi onima koji ga pošlju, i rashlađuje dušu svojim gospodarima.

ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.

0
14

Ko se hvali darom lažnijem, on je kao oblaci i vjetar bez dažda.

ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ.

0
15

Strpljenjem se ublažava knez, i mek jezik lomi kosti.

ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσι, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.

0
16

Kad nađeš med, jedi koliko ti je dosta, da ne bi najedavši ga se izbljuvao ga.

μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε πλησθεὶς ἐξεμέσῃς.

0
17

Rijetko neka ti noga stupa u kuću bližnjega tvojega, da ne bi nasitivši se tebe omrzao na te.

σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε.

0
18

Ko god govori lažno svjedočanstvo na bližnjega svojega, on je kao malj i mač i oštra strijela.

ρόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.

0
19

Uzdanje je u nevjernika u nevolji zub slomljen i noga uganuta.

ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.

0
20

Ko pjeva pjesme žalosnom srcu, on je kao onaj koji svlači haljinu na zimi, i kao ocat na salitru.

ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. 20α ὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.

0
21

Ako je gladan nenavidnik tvoj, nahrani ga hljeba, i ako je žedan, napoj ga vode.

ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν·

0
22

Jer ćeš živo ugljevlje zgrnuti na glavu njegovu, i Gospod će ti platiti.

τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.

0
23

Sjeverni vjetar nosi dažd, a potajni jezik lice srdito.

ἄνεμος Βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.

0
24

Bolje je sjedjeti u uglu od krova nego sa ženom svadljivom u kući zajedničkoj.

κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.

0
25

Dobar je glas iz daljne zemlje kao studena voda žednoj duši.

ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.

0
26

Pravednik koji pada pred bezbožnikom jest kao izvor nogama zamućen i kao studenac pokvaren.

ὥσπερ εἴ τις πηγὴ φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.

0
27

Jesti mnogo meda nije dobro, i istraživati slavu nije slavno.

ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶ δὲ χρὴ λόγους ἐνδόξους.

0
28

Ko nema vlasti nad duhom svojim, on je grad razvaljen bez zidova.

ὥσπερ πόλις τὰ τείχει καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.

0