Poslovice 24

Stari zavet

1

Ne zavidi zlijem ljudima niti želi da si s njima.

ΥΙΕ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·

0
2

Jer o pogibli misli srce njihovo i usne njihove govore o muci.

ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.

0
3

Mudrošću se zida kuća i razumom utvrđuje se.

μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται.

0
4

I znanjem se pune klijeti svakoga blaga i dragocjena i mila.

μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.

0
5

Mudar je čovjek jak, i razuman je čovjek silan snagom.

κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.

0
6

Jer mudrijem savjetom ratovaćeš, i izbavljenje je u mnoštvu savjetnika.

μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.

0
7

Visoke su bezumnome mudrosti; neće otvoriti usta svojih na vratima.

σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,

0
8

Ko misli zlo činiti zvaće se zlikovac.

ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος,

0
9

Misao bezumnikova grijeh je, i potsmjevač je gad ljudski.

ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ

0
10

Ako kloneš u nevolji, skratiće ti se sila.

ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.

0
11

Izbavljaj pohvatane na smrt; i koje hoće da pogube, nemoj se ustegnuti od njih.

ρῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·

0
12

Ako li rečeš: gle, nijesmo znali za to; neće li razumjeti onaj koji ispituje srca, i koji čuva dušu tvoju neće li doznati i platiti svakome po djelima njegovijem?

ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

0
13

Sine moj, jedi med, jer je dobar, i sat, jer je sladak grlu tvojemu.

φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·

0
14

Tako će biti poznanje mudrosti duši tvojoj, kad je nađeš; i biće plata, i nadanje tvoje neće se zatrti.

οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.

0
15

Bezbožniče, ne vrebaj oko stana pravednikova, i ne kvari mu počivanja.

μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·

0
16

Jer ako i sedam puta padne pravednik, opet ustane, a bezbožnici propadaju u zlu.

ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.

0
17

Kad padne neprijatelj tvoj, nemoj se radovati, i kad propadne, neka ne igra srce tvoje.

ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·

0
18

Jer bi vidio Gospod i ne bi mu bilo milo, i obratio bi gnjev svoj od njega na tebe.

ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.

0
19

Nemoj se žestiti radi nevaljalaca, nemoj zavidjeti bezbožnicima.

μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·

0
20

Jer nema plate nevaljalcu, žižak će se bezbožnicima ugasiti.

οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.

0
21

Boj se Gospoda, sine moj, i cara, i ne miješaj se s nemirnicima.

φοβοῦ τὸν Θεόν, υἱέ, καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·

0
22

Jer će se ujedanput podignuti pogibao njihova, a ko zna propast koja ide od obojice?

ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;

0
23

I ovo je za mudarce: gledati ko je ko na sudu nije dobro.

0
24

Ko govori bezbožniku: pravedan si, njega će proklinjati ljudi i mrziće na nj narodi.

ὁ εἰπὼν τὸν ἀσεβῆ· δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·

0
25

A koji ga karaju, oni će biti mili, i doći će na njih blagoslov dobrijeh.

οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπ᾿ αὐτοὺς δὲ ἥξει εὐλογία·

0
26

Ko govori riječi istinite, u usta ljubi.

χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.

0
27

Uredi svoj posao na polju, i svrši svoje na njivi, potom i kuću svoju zidaj.

ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκον σου.

0
28

Ne budi svjedok na bližnjega svojega bez razloga, i ne varaj usnama svojima.

μή ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι.

0
29

Ne govori: kako je on meni učinio tako ću ja njemu učiniti; platiću ovom čovjeku po djelu njegovu.

μὴ εἴπῃς· ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.

0
30

Iđah mimo njivu čovjeka lijena i mimo vinograd čovjeka bezumna;

ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·

0
31

I gle, bješe sve zaraslo u trnje i sve pokrio čkalj, i ograda im kamena razvaljena.

ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.

0
32

I vidjevši uzeh na um, i gledah i poučih se.

ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν,

0
33

Dok malo prospavaš, dok malo prodrijemlješ, dok malo sklopiš ruke da počineš,

ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη·

0
34

U tom će doći siromaštvo tvoje kao putnik, i oskudica tvoja kao oružan čovjek.

ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. 15 Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν· ἱκανόν. 16 ᾅδης καὶ ἔρως γυναικὸς καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν· ἀρκεῖ· 17 ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. 18 τρία δέ ἐστι ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· 19 ἴχνη ἀετοῦ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. 20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον. 21 διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· 22 ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων 23 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. 24 τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· 25 οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν· 26 καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· 27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ στρατεύει ἀφ᾿ ἑνὸς κελεύσματος εὐτάκτως· 28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικεῖ ἐν ὀχυρώμασι βασιλέως. 29 τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται, καὶ τέταρτον, ὃ καλῶς διαβαίνει· 30 σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος, 31 καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. 32 ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ. 33 ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. 1 Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ. 2 τί, τέκνον, τηρήσεις; τί; ρήσεις Θεοῦ. πρωτογενές, σοὶ λέγω, υἱέ· τί τέκνον ἐμῆς κοιλίας; τί τέκνον ἐμῶν εὐχῶν; 3 μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν. 4 μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει· οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν, 5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. 6 δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, 7 ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. 8 ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. 9 ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

0