Novi zavet
A kad bi ujutru, učiniše vijeću svi glavari sveštenički i starješine narodne za Isusa da ga pogube.
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
I svezavši ga odvedoše, i predaše ga Pontiju Pilatu sudiji.
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.
Tada vidjevši Juda izdajnik njegov da ga osudiše raskaja se, i povrati trideset srebrnika glavarima svešteničkijem i starješinama
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
Govoreći: ja sagriješih što izdadoh krv pravu. A oni rekoše: šta mi marimo za to? ti ćeš vidjeti.
λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
I bacivši srebrnike u crkvi iziđe, i otide te se objesi.
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
A glavari sveštenički uzevši srebrnike rekoše: ne valja ih metnuti u crkvenu haznu, jer je uzeto za krv.
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·
Nego se dogovoriše te kupiše za njih lončarevu njivu za groblje gostima.
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις.
Od toga se i prozva ona njiva krvna njiva i do danas.
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον.
Tada se izvrši što je kazao prorok Jeremija govoreći: i uzeše trideset srebrnika, cijenu cijenjenoga koga su cijenili sinovi Izrailjevi;
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
I dadoše ih za njivu lončarevu, kao što mi kaza Gospod.
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
A Isus stade pred sudijom, i zapita ga sudija govoreći: ti li si car Judejski? A Isus reče mu: ti kažeš.
Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις.
I kad ga tužahu glavari sveštenički i starješine, ništa ne odgovori.
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
Tada reče mu Pilat: čuješ li šta na tebe svjedoče?
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
I ne odgovori mu ni na jednu riječ tako da se sudija divljaše vrlo.
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
A o svakom prazniku pashe bijaše običaj u sudije da pusti narodu po jednoga sužnja koga oni hoće.
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
A tada imahu znatnoga sužnja po imenu Varavu.
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Ἰησοῦν Βαραββᾶν.
I kad se sabraše, reče im Pilat: koga hoćete da vam pustim? Varavu ili Isusa prozvanoga Hrista?
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
Jer znadijaše da su ga iz zavisti predali.
ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
A kad sjeđaše u sudu, poruči mu žena njegova govoreći: nemoj se ti ništa miješati u sud toga pravednika, jer sam danas u snu mnogo postradala njega radi.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν.
A glavari sveštenički i starješine nagovoriše narod da ištu Varavu, a Isusa da pogube.
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
A sudija odgovarajući reče im: koga hoćete od ove dvojice da vam pustim? A oni rekoše: Varavu.
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· Τὸν Βαραββᾶν.
Reče im Pilat: a šta ću činiti s Isusom prozvanijem Hristom? Rekoše mu svi: da se razapne.
λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· Σταυρωθήτω.
Sudija pak reče: a kakvo je zlo učinio? A oni iz glasa povikaše govoreći: da se razapne.
ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.
A kad vidje Pilat da ništa ne pomaže nego još veća buna biva, uze vodu te umi ruke pred narodom govoreći: ja nijesam kriv u krvi ovoga pravednika: vi ćete vidjeti.
Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.
I odgovarajući sav narod reče: krv njegova na nas i na djecu našu.
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
Tada pusti im Varavu, a Isusa šibavši predade da se razapne.
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Tada vojnici sudijni uzeše Isusa u sudnicu i skupiše na nj svu četu vojnika.
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν.
I svukavši ga obukoše mu skerletnu kabanicu.
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,
I opletavši vijenac od trnja metnuše mu na glavu, i dadoše mu trsku u desnicu; i kleknuvši na koljena pred njim rugahu mu se govoreći: zdravo, care Judejski!
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων,
I pljunuvši na nj uzeše trsku i biše ga po glavi.
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
I kad mu se narugaše, svukoše s njega kabanicu, i obukoše ga u haljine njegove, i povedoše ga da ga razapnu.
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
I izlazeći nađoše čovjeka iz Kirine po imenu Simona i natjeraše ga da mu ponese krst.
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
I došavši na mjesto koje se zove Golgota, to jest košturnica,
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος,
Dadoše mu da pije ocat pomiješan sa žuči, i okusivši ne htje da pije.
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.
A kad ga razapeše, razdijeliše haljine njegove bacivši kocke;
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
I sjeđahu ondje te ga čuvahu.
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
I metnuše mu više glave krivicu njegovu napisanu: ovo je Isus car Judejski.
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Tada raspeše s njim dva hajduka, jednoga s desne a jednoga s lijeve strane.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
A koji prolažahu huljahu na nj mašući glavama svojima,
οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
I govoreći: ti koji crkvu razvaljuješ i za tri dana načinjaš pomozi sam sebi; ako si sin Božij, siđi s krsta.
καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
A tako i glavari sveštenički s književnicima i starješinama potsmijevajući se govorahu:
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον·
Drugima pomože, a sebi ne može pomoći. Ako je car Izrailjev, neka siđe sad s krsta pa ćemo ga vjerovati.
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ αὐτόν.
On se uzdao u Boga: neka mu pomože sad, ako mu je po volji, jer govoraše: ja sam sin Božij.
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Tako isto i hajduci razapeti s njim rugahu mu se.
τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
A od šestoga sahata bi tama po svoj zemlji do sahata devetoga.
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
A oko devetoga sahata povika Isus iza glasa govoreći: Ili! Ili! lama savahtani? to jest: Bože moj! Bože moj! zašto si me ostavio?
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
A neki od onijeh što stajahu ondje čuvši to govorahu: ovaj zove Iliju.
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
I odmah otrča jedan od njih te uze sunđer, i napuni octa, pa natače na trsku, te ga pojaše.
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
A ostali govorahu: stani da vidimo hoće li doći Ilija da mu pomože.
οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
A Isus opet povika iza glasa, i ispusti dušu.
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.
I gle, zavjes crkveni razdrije se nadvoje od gornjega kraja do donjega; i zemlja se potrese, i kamenje se raspade;
καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
I grobovi se otvoriše, i ustaše mnoga tijela svetijeh koji su pomrli;
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν,
I izišavši iz grobova po vaskrseniju njegovom uđoše u sveti grad i pokazaše se mnogima.
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
A kapetan i koji s njim čuvahu Isusa vidjevši da se zemlja trese i šta bi, poplašiše se vrlo govoreći: zaista ovaj bijaše sin Božij.
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.
I ondje bijahu i gledahu izdaleka mnoge žene koje su išle za Isusom iz Galileje i služile mu.
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Među kojima bijaše Marija Magdalina i Marija mati Jakovljeva i Josijna i mati sinova Zevedejevijeh.
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
A kad bi uveče, dođe čovjek bogat iz Arimateje, po imenu Josif, koji je također bio učenik Isusov.
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ·
Ovaj pristupivši k Pilatu zamoli ga za tijelo Isusovo. Tada Pilat zapovjedi da mu dadu tijelo.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι.
I uzevši Josif tijelo zavi ga u platno čisto;
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
I metnu ga u novi svoj grob što je bio isjekao u kamenu; i navalivši veliki kamen na vrata od groba otide.
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
A ondje bijaše Marija Magdalina i druga Marija, i sjeđahu prema grobu.
ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
Sjutradan pak po petku sabraše se glavari sveštenički i fariseji kod Pilata,
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
I rekoše: gospodaru! mi se opomenusmo da ovaj laža kaza još za života: poslije tri dana ustaću.
λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι·
Zato zapovjedi da se utvrdi grob do trećega dana da ne dođu kako učenici njegovi noću i da ga ne ukradu i ne kažu narodu: usta iz mrtvijeh; i biće pošljednja prijevara gora od prve.
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Reče im Pilat: evo vam straže, pa idite te utvrdite kako znate.
ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
A oni otišavši sa stražom utvrdiše grob, i zapečatiše kamen.
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.