Novi zavet
A po večeru subotnom na osvitak prvoga dana nedjelje dođe Marija Magdalina i druga Marija da ogledaju grob.
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
I gle, zemlja se zatrese vrlo; jer anđeo Gospodnji siđe s neba, i pristupivši odvali kamen od vrata grobnijeh i sjeđaše na njemu.
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
A lice njegovo bijaše kao munja, i odijelo njegovo kao snijeg.
ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
I od straha njegova uzdrktaše se stražari, i postadoše kao mrtvi.
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.
A anđeo odgovarajući reče ženama: ne bojte se vi; jer znam da Isusa raspetoga tražite.
ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
Nije ovdje: jer ustade kao što je kazao. Hodite da vidite mjesto gdje je ležao Gospod.
οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·
Pa idite brže te kažite učenicima njegovijem da je ustao iz mrtvijeh. I gle, on će pred vama otići u Galileju; tamo ćete ga vidjeti. Eto ja vam kazah.
καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
I izišavši brzo iz groba sa strahom i radosti velikom potekoše da jave učenicima njegovijem.
καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
A kad iđahu da jave učenicima njegovijem, i gle, srete ih Isus govoreći: zdravo! A one pristupivši uhvatiše se za noge njegove i pokloniše mu se.
καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
Tada reče im Isus: ne bojte se; idite te javite braći mojoj neka idu u Galileju; i tamo će me vidjeti.
τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
A kad iđahu, gle, neki od stražara dođoše u grad i javiše glavarima svešteničkijem sve što se dogodilo.
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
I oni sastavši se sa starješinama učiniše vijeću, i dadoše vojnicima dovoljno novaca
καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
Govoreći: kažite: učenici njegovi dođoše noću i ukradoše ga kad smo mi spavali.
λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων·
I ako to čuje sudija, mi ćemo njega umiriti, i načiniti da vama ništa ne bude.
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
A oni uzevši novce učiniše kao što su naučeni bili. I razglasi se ova riječ po Jevrejima i do danas.
οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας.
A jedanaest učenika otidoše u Galileju u goru kuda im je kazao Isus.
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
I kad ga vidješe, pokloniše mu se; a jedni posumnjaše.
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
I pristupivši Isus reče im govoreći: dade mi se svaka vlast na nebu i na zemlji.
καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
Idite dakle i naučite sve narode krsteći ih va ime oca i sina i svetoga Duha,
πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
Učeći ih da sve drže što sam vam zapovijedao; i evo ja sam s vama u sve dane do svršetka vijeka. Amin.
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.