Jevanđelje po Mateju 1

1

Pleme Isusa Hrista, sina Davida Avraamova sina.

Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.

1
2

Avraam rodi Isaka. A Isak rodi Jakova. A Jakov rodi Judu i braću njegovu.

Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,

1
3

A Juda rodi Faresa i Zaru s Tamarom. A Fares rodi Esroma. A Esrom rodi Arama.

Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,

1
4

A Aram rodi Aminadava. A Aminadav rodi Naasona. A Naason rodi Salmona.

Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,

0
5

A Salmon rodi Vooza s Rahavom. A Vooz rodi Ovida s Rutom. A Ovid rodi Jeseja.

Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ, Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,

1
6

A Jesej rodi Davida cara. A David car rodi Solomuna s Urijnicom.

Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,

2
7

A Solomun rodi Rovoama. A Rovoam rodi Aviju. A Avija rodi Asu.

Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,

0
8

A Asa rodi Josafata. A Josafat rodi Jorama. A Joram rodi Oziju.

Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,

0
9

A Ozija rodi Joatama. A Joatam rodi Ahaza. A Ahaz rodi Ezekiju.

Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,

0
10

A Ezekija rodi Manasiju. A Manasija rodi Amona. A Amon rodi Josiju.

Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν,

0
11

A Josija rodi Jehoniju i braću njegovu, u seobi Vavilonskoj.

Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

1
12

A po seobi Vavilonskoj, Jehonija rodi Salatiila. A Salatiilo rodi Zorovavela.

Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,

0
13

A Zorovavel rodi Aviuda. A Aviud rodi Eliakima. A Eliakim rodi Azora.

Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ, Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,

0
14

A Azor rodi Sadoka. A Sadok rodi Ahima. A Ahim rodi Eliuda.

Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,

0
15

A Eliud rodi Eleazara. A Eleazar rodi Matana. A Matan rodi Jakova.

Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,

0
16

A Jakov rodi Josifa, muža Marije, koja rodi Isusa prozvanoga Hrista.

Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος χριστός.

1
17

Svega dakle koljena od Avraama do Davida, koljena četrnaest, a od Davida do seobe Vavilonske, koljena četrnaest, a od seobe Vavilonske do Hrista, koljena četrnaest.

Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.

1
18

A rođenje Isusa Hrista bilo je ovako: kad je Marija, mati njegova, bila isprošena za Josifa, a još dok se nijesu bili sastali, nađe se da je ona trudna od Duha svetoga.

Τοῦ δὲ Ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.

2
19

A Josif muž njezin, budući pobožan, i ne hoteći je javno sramotiti, namisli je tajno pustiti.

Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

2
20

No kad on tako pomisli, a to mu se javi u snu anđeo Gospodnji govoreći: Josife, sine Davidov! ne boj se uzeti Marije žene svoje; jer ono što se u njoj začelo od Duha je svetoga.

ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·

1
21

Pa će roditi sina, i nadjeni mu ime Isus; jer će on izbaviti svoj narod od grijeha njihovijeh.

τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

2
22

A ovo je sve bilo da se izvrši što je Gospod kazao preko proroka koji govori:

τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·

1
23

Eto, djevojka će zatrudnjeti, i rodiće sina, i nadjenuće mu ime Emanuilo, koje će reći: s nama Bog.

Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν μεθερμηνευόμενον Μεθʼ ἡμῶν ὁ θεός.

2
24

Kad se Josif probudi od sna, učini kao što mu je zapovjedio anđeo Gospodnji, i uzme ženu svoju.

ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·

1
25

I ne znadijaše za nju dok ne rodi sina svojega prvenca, i nadjede mu ime Isus.

καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

2