Jevanđelje po Luki 24

1

A u prvi dan nedjeljni dođoše vrlo rano na grob, i donesoše mirise što pripraviše, i neke druge žene s njima;

τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.

0
2

Ali nađoše kamen odvaljen od groba.

εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,

0
3

I ušavši ne nađoše tijela Gospoda Isusa.

εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα.

0
4

I kad se one čuđahu tome, gle, dva čovjeka staše pred njima u sjajnijem haljinama;

καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.

0
5

A kad se one uplašiše i oboriše lica k zemlji, rekoše im: što tražite živoga među mrtvima?

ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

0
6

Nije ovdje; nego ustade; opomenite se kako vam kaza kad bješe još u Galileji,

οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,

0
7

Govoreći da sin čovječij treba da se preda u ruke ljudi grješnika i da se razapne i treći dan da ustane.

λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

0
8

I opomenuše se riječi njegovijeh.

καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,

0
9

I vrativši se od groba javiše sve ovo jedanaestorici i svima ostalijem.

καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.

0
10

A to bijaše Magdalina Marija i Jovana i Marija Jakovljeva i ostale s njima koje kazaše ovo apostolima.

ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.

0
11

I njima se učiniše njihove riječi kao laž, i ne vjerovaše im.

καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.

0
12

A Petar ustavši otrča ka grobu, i natkučivši se vidje same haljine gdje leže, i otide čudeći se u sebi šta bi.

Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.

0
13

I gle, dvojica od njih iđahu u onaj dan u selo koje bijaše daleko od Jerusalima šeset potrkališta i zvaše se Emaus.

Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς,

0
14

A oni govorahu među sobom o svima ovijem događajima.

καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.

0
15

I kad se oni razgovarahu i zapitivahu jedan drugoga, i Isus približi se, i iđaše s njima.

καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,

0
16

A oči im se držahu da ga ne poznaše.

οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.

0
17

A on im reče: kakav je to razgovor koji imate među sobom idući, i što ste neveseli?

εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.

0
18

A jedan po imenu Kleopa, odgovarajući reče mu: zar si ti jedan od crkvara u Jerusalimu koji nijesi čuo šta je u njemu bilo ovijeh dana?

ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;

0
19

I reče im: šta? A oni mu rekoše: za Isusa Nazarećanina, koji bješe prorok, silan u djelu i u riječi pred Bogom i pred svijem narodom;

καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,

0
20

Kako ga predadoše glavari sveštenički i knezovi naši te se osudi na smrt, i razapeše ga?

ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.

0
21

A mi se nadasmo da je on onaj koji će izbaviti Izrailja; ali svrh svega toga ovo je danas treći dan kako to bi.

ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφʼ οὗ ταῦτα ἐγένετο.

0
22

A uplašiše nas i žene neke od našijeh koje su bile rano na grobu,

ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον

0
23

I ne našavši tijela njegova dođoše govoreći da su im se anđeli javili koji su kazali da je on živ.

καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.

0
24

I idoše jedni od našijeh na grob, i nađoše tako kao što i žene kazaše, ali njega ne vidješe.

καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.

0
25

I on im reče: o bezumni i sporoga srca za vjerovanje svega što govoriše proroci!

καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·

0
26

Nije li to trebalo da Hristos pretrpi i da uđe u slavu svoju?

οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;

0
27

I počevši od Mojsija i od sviju proroka kazivaše im što je za njega u svemu pismu.

καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.

0
28

I približiše se k selu u koje iđahu, i on činjaše se da hoće dalje da ide.

Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.

0
29

I oni ga ustavljahu govoreći: ostani s nama, jer je dan nagao, i blizu je noć. I uđe s njima da noći.

καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.

0
30

I kad sjeđaše s njima za trpezom, uze hljeb i blagoslovivši prelomi ga i dade im.

καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·

0
31

Tada se njima otvoriše oči i poznaše ga. I njega nestade.

αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν.

0
32

I oni govorahu jedan drugome: ne goraše li naše srce u nama kad nam govoraše putem i kad nam kazivaše pismo?

καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;

0
33

I ustavši onaj čas, vratiše se u Jerusalim, i nađoše u skupu jedanaestoricu i koji bijahu s njima,

καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,

0
34

Koji govorahu: zaista ustade Gospod, i javi se Simonu.

λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι.

0
35

I oni kazaše što bi na putu, i kako ga poznaše kad prelomi hljeb.

καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

0
36

A kad oni ovo govorahu, i sam Isus stade među njima, i reče im: mir vam.

Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν.

0
37

A oni se uplašiše, i poplašeni budući, mišljahu da vide duha.

πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.

0
38

I reče im: šta se plašite? I zašto takove misli ulaze u srca vaša?

καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;

0
39

Vidite ruke moje i noge moje: ja sam glavom; opipajte me i vidite; jer duh tijela i kostiju nema kao što vidite da ja imam.

ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.

0
40

I ovo rekavši pokaza im ruke i noge.

[καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]

0
41

A dok oni još ne vjerovahu od radosti i čuđahu se reče im: imate li ovdje što za jelo?

ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;

0
42

A oni mu daše komad ribe pečene, i meda u satu.

οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος·

0
43

I uzevši izjede pred njima.

καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

0
44

I reče im: ovo su riječi koje sam vam govorio još dok sam bio s vama, da sve treba da se svrši što je za mene napisano u zakonu Mojsijevu i u prorocima i u psalmima.

Εἶπεν δὲ πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.

0
45

Tada im otvori um da razumiju pismo.

τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,

0
46

I reče im: tako je pisano, i tako je trebalo da Hristos postrada i da ustane iz mrtvijeh treći dan;

καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,

0
47

I da se propovijeda pokajanje u ime njegovo i oproštenje grijeha po svijem narodima počevši od Jerusalima.

καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·

1
48

A vi ste svjedoci ovome.

ὑμεῖς ἐστε μάρτυρες τούτων.

0
49

I gle, ja ću poslati obećanje oca svojega na vas; a vi sjedite u gradu Jerusalimskome dok se ne obučete u silu s visine.

καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.

0
50

I izvede ih napolje do Vitanije, i podignuvši ruke svoje blagoslovi ih.

Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.

0
51

I kad ih blagosiljaše, otstupi od njih, i uznošaše se na nebo.

καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν [καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν].

0
52

I oni mu se pokloniše, i vratiše se u Jerusalim s velikom radošću.

καὶ αὐτοὶ [προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,

0
53

I bijahu jednako u crkvi hvaleći i blagosiljajući Boga. Amin.

καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.

0