Novi zavet
I ustavši njih sve mnoštvo odvedoše ga k Pilatu.
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
I počeše ga tužiti govoreći: ovoga nađosmo da otpađuje narod naš, i zabranjuje davati ćesaru danak, i govori da je on Hristos car.
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα αὑτὸν χριστὸν βασιλέα εἶναι.
A Pilat ga zapita: ti li si car Judejski? A on odgovarajući reče mu: ti kažeš.
ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
A Pilat reče glavarima svešteničkijem i narodu: ja ne nalazim nikakve krivice na ovom čovjeku.
ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
A oni navaljivahu govoreći: on buni ljude učeći po svoj Judeji počevši od Galileje dovde.
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
A Pilat čuvši za Galileju zapita: zar je on Galilejac?
Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
I razumjevši da je iz područja Irodova posla ga Irodu, koji također bijaše u Jerusalimu onijeh dana.
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
A Irod vidjevši Isusa bi mu vrlo milo; jer je odavno željeo da ga vidi, jer je mnogo slušao za njega, i nadaše se da će vidjeti od njega kako čudo.
ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
I pita ga mnogo koje za što; ali mu on ništa ne odgovori.
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
A glavari sveštenički i književnici stajahu, i jednako tužahu ga.
εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
A Irod osramotivši ga sa svojijem vojnicima, i narugavši mu se, obuče mu bijelu haljinu, i posla ga natrag Pilatu.
ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
I u taj se dan pomiriše Pilat i Irod među sobom; jer prije bijahu u zavadi.
ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
A Pilat sazvavši glavare svešteničke i knezove i narod
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Reče im: dovedoste mi ovoga čovjeka kao koji narod otpađuje, i eto ja ga pred vama ispitah, i ne nalazim na ovom čovjeku nijedne krivice što vi na njega govorite;
εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.
A ni Irod, jer sam ga slao k njemu; i eto se ne nalazi ništa da je učinio što bi zasluživalo smrt.
ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
Daklem da ga izbijem pa da pustim.
παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
A trebaše o svakom prazniku pashe da im pusti po jednoga sužnja.
Ali narod sav povika govoreći: uzmi ovoga, a pusti nam Varavu;
Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Koji bijaše bačen u tamnicu za nekakvu bunu učinjenu u gradu i za krv.
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
A Pilat opet reče da bi on htio pustiti Isusa.
πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
A oni vikahu govoreći: raspni ga, raspni.
οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρου σταύρου αὐτόν.
A on im treći put reče: kakvo je dakle on zlo učinio? ja ništa na njemu ne nađoh što bi zasluživalo smrt; daklem da ga izbijem pa da pustim.
ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
A oni jednako navaljivahu s velikom vikom, i iskahu da se on razapne; i nadvlada vika njihova i glavara svešteničkijeh.
οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
I Pilat presudi da bude kao što oni ištu.
καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
I pusti onoga što iskahu, koji bješe bačen u tamnicu za bunu i za krv; a Isusa ostavi na njihovu volju.
ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
I kad ga povedoše, uhvatiše nekoga Simona Kirinca koji iđaše iz polja, i metnuše na njega krst da nosi za Isusom.
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
A za njim iđaše mnoštvo naroda i žena, koje plakahu i naricahu za njim.
Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
A Isus obazrevši se na njih reče: kćeri Jerusalimske! ne plačite za mnom, nego plačite za sobom i za djecom svojom.
στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
Jer gle, idu dani u koje će se reći: blago nerotkinjama, i utrobama koje ne rodiše, i sisama koje ne dojiše.
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
Tada će početi govoriti gorama: padnite na nas; i bregovima: pokrijte nas.
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς·
Jer kad se ovako radi od sirova drveta, šta će biti od suha?
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Vođahu pak i druga dva zločinca da pogube s njim.
Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
I kad dođoše na mjesto koje se zvaše košturnica, ondje razapeše njega i zločince, jednoga s desne strane a drugoga s lijeve.
καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
A Isus govoraše: oče! oprosti im; jer ne znadu šta čine. A dijeleći njegove haljine bacahu kocke.
ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.
I narod stajaše te gledaše, a i knezovi s njima rugahu mu se govoreći: drugima pomože, neka pomože i sebi, ako je on Hristos, izbranik Božij.
καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ, ὁ ἐκλεκτός.
A i vojnici mu se rugahu, i pristupahu k njemu i davahu mu ocat,
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
I govorahu: ako si ti car Judejski pomozi sam sebi.
καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
A bijaše nad njim i natpis napisan slovima Grčkijem i Latinskijem i Jevrejskijem: ovo je car Judejski.
ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
A jedan od obješenijeh zločinaca huljaše na njega govoreći: ako si ti Hristos pomozi sebi i nama.
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων· Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
A drugi odgovarajući šutkaše ga i govoraše: zar se ti ne bojiš Boga, kad si i sam osuđen tako?
ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
I mi smo još pravedno osuđeni; jer primamo po svojijem djelima kao što smo zaslužili; ali on nikakva zla nije učinio.
καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
I reče Isusu: opomeni me se, Gospode! kad dođeš u carstvo svoje.
καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
I reče mu Isus: zaista ti kažem: danas ćeš biti sa mnom u raju.
καὶ εἶπεν αὐτῷ· Ἀμήν σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
A bijaše oko šestoga sahata, i tama bi po svoj zemlji do sahata devetoga.
Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
I pomrča sunce, i zavjes crkveni razdrije se napola.
τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
I povikavši Isus iza glasa reče: oče! u ruke tvoje predajem duh svoj. I rekavši ovo izdahnu.
καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
A kad vidje kapetan šta bi, stade hvaliti Boga govoreći: zaista ovaj čovjek bješe pravednik.
Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
I sav narod koji se bijaše skupio da gleda ovo, kad vidje šta biva, vrati se bijući se u prsi svoje.
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
A svi njegovi znanci stajahu izdaleka, i žene koje bijahu išle za njim iz Galileje, i gledahu ovo.
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
I gle, čovjek, po imenu Josif, savjetnik, čovjek dobar i pravedan,
Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
(On ne bijaše pristao na njihov savjet i na posao) iz Arimateje grada Judejskoga, koji i sam čekaše carstva Božijega,
οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,
On pristupivši k Pilatu zaiska tijelo Isusovo.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
I skide ga, i obavi platnom, i metnu ga u grob isječen, u kome niko ne bijaše nikad metnut.
καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
I dan bijaše petak, i subota osvitaše.
καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.
A žene koje bijahu došle s Isusom iz Galileje, idoše za Josifom, i vidješe grob i kako se tijelo metnu.
κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
Vrativši se pak pripraviše mirise i miro; i u subotu dakle ostaše na miru po zakonu.
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,