Izlazak 6

Stari zavet

1

A Gospod reče Mojsiju: sad ćeš vidjeti šta ću učiniti Faraonu; jer pod rukom krjepkom pustiće ih, i istjeraće ih iz zemlje svoje pod rukom krjepkom.

ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

0
2

Još govori Bog Mojsiju i reče mu: ja sam Gospod.

Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·

0
3

I javio sam se Avramu, Isaku i Jakovu imenom Bog svemogući, a imenom svojim Gospod ne bih im poznat.

καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·

0
4

I učinih zavjet svoj s njima da ću im dati zemlju Hanansku, zemlju u kojoj bijahu došljaci, u kojoj življahu kao stranci.

καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.

0
5

I čuh uzdisanje sinova Izrailjevijeh, koje Misirci drže u ropstvu, i opomenuh se zavjeta svojega.

καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.

0
6

Zato kaži sinovima Izrailjevijem: ja sam Gospod, i izvešću vas ispod bremena Misirskih, i oprostiću vas ropstva njihova, i izbaviću vas mišicom podignutom i sudovima velikim.

βάδιζε, εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

0
7

I uzeću vas da mi budete narod, i ja ću vam biti Bog, te ćete poznati da sam ja Gospod Bog vaš, koji vas izvodim ispod bremena Misirskih.

καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,

0
8

Pak ću vas odvesti u svoju zemlju, za koju podigoh ruku svoju zaklinjući se da ću je dati Avramu, Isaku i Jakovu; i daću vam je u našljedstvo, ja Gospod.

καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.

0
9

I Mojsije kaza tako sinovima Izrailjevijem; ali ne poslušaše Mojsija od slabosti duha svojega i od ljutoga ropstva.

ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

0
10

I Gospod reče Mojsiju govoreći:

Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·

0
11

Idi, kaži Faraonu caru Misirskom neka pusti sinove Izrailjeve iz zemlje svoje.

εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

0
12

A Mojsije progovori pred Gospodom i reče: eto, sinovi Izrailjevi ne poslušaše me, a kako će me poslušati Faraon, kad sam neobrezanijeh usana?

ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.

0
13

Ali Gospod govori Mojsiju i Aronu, i zapovjedi im da idu k sinovima Izrailjevijem i k Faraonu, da izvedu sinove Izrailjeve iz zemlje Misirske.

εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

0
14

Ovo su poglavice u domovima otaca svojih: sinovi Ruvima prvenca Izrailjeva: Enoh i Faluj, Asron i Harmija; to su porodice Ruvimove.

Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.

0
15

A sinovi Simeunovi: Jemuilo i Jamin i Aod i Ahin i Sar i Saul, sin neke Hananejke; to su porodice Simeunove.

καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.

0
16

A ovo su imena sinova Levijevih po porodicama njihovijem: Girson i Kat i Merarije; a Levije poživje sto i trideset i sedam godina.

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.

0
17

A ovo su sinovi Girsonovi: Lovenije i Semej po porodicama svojim.

καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.

0
18

A sinovi Katovi: Amram i Isar i Hevron i Ozilo; a Kat poživje sto i trideset i tri godine.

καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσαάρ, Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.

0
19

A sinovi Merarijevi: Molija i Musija. To su porodice Levijeve po lozama svojim.

καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὁμουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.

0
20

A Amram se oženi Johavedom bratučedom svojom, i ona mu rodi Arona i Mojsija. A poživje Amram sto i trideset i sedam godina.

καὶ ἔλαβεν Ἀμβρὰμ τὴν Ἰωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.

0
21

A sinovi Isarovi bjehu: Korej i Nafek i Zehrija.

καὶ υἱοὶ Ἰσσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.

0
22

A sinovi Ozilovi: Misailo i Elisafan i Segrija.

καὶ υἱοὶ Ὀζειήλ· Μισαὴλ καὶ Ἐλισαφὰν καὶ Σεγρεί.

0
23

A Aron se oženi Jelisavetom kćerju Aminadavovom, sestrom Nasonovom; i ona mu rodi Nadava i Avijuda i Eleazara i Itamara.

ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ τὸν Ἐλεάζαρ καὶ Ἰθάμαρ.

0
24

A sinovi Korejevi bjehu: Asir i Elkana i Avijasar. To su porodice Korejeve.

υἱοὶ δὲ Κορέ· Ἀσεὶρ καὶ Ἑλκανὰ καὶ Ἀβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.

0
25

I Eleazar sin Aronov oženi se jednom od kćeri Futilovijeh, i ona mu rodi Finesa. To su poglavice između otaca Levitskih po svojim porodicama.

καὶ Ἐλεάζαρ ὁ τοῦ Ἀαρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.

0
26

To je Aron i Mojsije, kojima reče Gospod: izvedite sinove Izrailjeve iz zemlje Misirske u četama njihovijem.

οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·

0
27

To su koji govoriše Faraonu caru Misirskom da izvedu sinove Izrailjeve iz Misira; to je Mojsije i to je Aron.

οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς.

0
28

I kad Gospod govoraše Mojsiju u zemlji Misirskoj,

ᾟ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,

0
29

Reče Gospod Mojsiju govoreći: ja sam Gospod; kaži Faraonu caru Misirskom sve što sam ti kazao.

καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.

0
30

I Mojsije reče pred Gospodom: evo sam neobrezanijeh usana, pa kako će me poslušati Faraon?

καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

0