Stari zavet
Prve godine Valtasara cara Vavilonskoga usni Danilo san i vidje utvaru glave svoje na postelji; tada napisa san i pripovjedi ukratko.
ΕΝ ἔτει πρώτῳ Βαλτάσαρ βασιλέως Χαλδαίων Δανιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον αὐτοῦ ἔγραψεν·
Danilo progovori i reče: vidjeh u utvari svojoj noću, a to četiri vjetra nebeska udariše se na velikom moru.
ἐγὼ Δανιὴλ ἐθεώρουν ἐν ὁράματί μου τῆς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.
I četiri velike zvijeri izidoše iz mora, svaka drugačija.
καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλων.
Prva bijaše kao lav, i imaše krila orlova; gledah dokle joj se krila poskuboše i podiže se sa zemlje i stade na noge kao čovjek, i srce ljudsko dade joj se.
τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξῃ£ρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.
Potom, gle, druga zvijer bijaše kao medvjed, i stade s jedne strane, i imaše tri rebra u ustima među zubima svojim, i govoraše joj se: ustani, jedi mnogo mesa.
καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρεῖς πλευραὶ ἐν τῷ στόματι αὐτῆς ἀναμέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι, φάγε σάρκας πολλάς.
Potom vidjeh, i gle, druga, kao ris, imaše na leđima četiri krila kao ptica, i četiri glave imaše zvijer, i dade joj se vlast.
ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ.
Potom vidjeh u utvarama noćnijem, i gle, četvrta zvijer, koje se trebaše bojati, strašna i vrlo jaka, i imaše velike zube gvozdene, jeđaše i satiraše, i gažaše nogama ostatak, i razlikovaše se od svijeh zvijeri pređašnjih, i imaše deset rogova.
ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ μεγάλοι, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ, καὶ κέρατα δέκα αὐτῷ.
Gledah rogove, i gle, drugi mali rog izraste među onijema, i tri prva roga iščupaše se pred njim; i gle, oči kao oči čovječije bjehu na tom rogu, i usta koja govorahu velike stvari.
προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα.
Gledah dokle se postaviše prijestoli, i starac sjede, na kom bješe odijelo bijelo kao snijeg, i kosa na glavi kao čista vuna, prijesto mu bijaše kao plamen ognjeni, točkovi mu kao oganj razgorio.
ἐθεώρουν ἕως ὅτου οἱ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον·
Rijeka ognjena izlažaše i tecijaše ispred njega, tisuća tisuća služaše mu, i deset tisuća po deset tisuća stajahu pred njim; sud sjede, i knjige se otvoriše.
ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.
Tada gledah radi glasa velikih riječi koje govoraše onaj rog; i gledah dokle ne bi ubijena zvijer i tijelo joj se raščini i dade se da izgori ognjem.
ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.
I ostalijem zvijerima uze se vlast, jer duljina životu bješe im određena do vremena i do roka.
καὶ τῶν λοιπῶν θηρίων μετεστάθη ἡ ἀρχή, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ.
Vidjeh u utvarama noćnijem, i gle, kao sin čovječji iđaše s oblacima nebeskim, i dođe do starca i stade pred njim.
ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη.
I dade mu se vlast i slava i carstvo da mu služe svi narodi i plemena i jezici; vlast je njegova vlast vječna, koja neće proći, i carstvo se njegovo neće rasuti.
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.
Meni Danilu prenemože duh moj u tijelu mom, i utvare glave moje uznemiriše me.
Ἔφριξε τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιήλ, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με.
Pristupih k jednome od onijeh koji stajahu ondje, i zamolih ga za istinu od svega toga. I progovori mi i kaza mi šta to znači:
καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ μαθεῖν περὶ πάντων τούτων, καὶ εἶπέ μοι τὴν ἀκρίβειαν καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέ μοι·
Ove četiri velike zvijeri jesu četiri cara, koji će nastati na zemlji.
ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς,
Ali će sveci višnjega preuzeti carstvo, i držaće carstvo navijek i dovijeka.
αἳ ἀρθήσονται· καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων.
Tada zaželjeh znati istinu o četvrtoj zvijeri, koja se razlikovaše od svijeh i bijaše vrlo strašna, i imaše zube gvozdene i nokte mjedene, i jeđaše i satiraše, a ostatak nogama gažaše,
καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, φοβερὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ ὄνυχες αὐτοῦ χαλκοῖ. ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει·
I o deset rogova što joj bjehu na glavi, i o drugom koji izraste i tri otpadoše pred njim, o rogu koji imaše oči i usta koja govorahu velike stvari i bijaše po viđenju veći od drugih.
καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, κέρας ἐκεῖνο, ᾧ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν.
Gledah, i taj rog vojevaše sa svecima i nadvlađivaše ih,
ἐθεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυσε πρὸς αὐτούς,
Dokle dođe starac, i dade se sud svecima višnjega, i prispje vrijeme da sveci preuzmu carstvo.
ἕως οὗ ἦλθεν ὁ παλαιὸς ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασε καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.
Ovako reče: četvrta zvijer biće četvrto carstvo na zemlji, koje će se razlikovati od svijeh carstava, i izješće svu zemlju i pogaziti i satrti.
καὶ εἶπε· τὸ θηρίον τὸ τέταρτον, βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει.
I deset rogova jesu deset careva, koji će nastati iz toga carstva, a poslije njih nastaće drugi, i on će se razlikovati od pređašnjih, i pokoriće tri cara.
καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει·
I govoriće riječi na višnjega, i potiraće svece višnjega, i pomišljaće da promijeni vremena i zakone; i daće mu se u ruke za vrijeme i za vremena i za po vremena.
καὶ λόγους πρὸς τὸν ¨Υψιστον λαλήσει καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον. καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
Potom će sjesti sud, i uzeće mu se vlast, te će se istrijebiti i zatrti sasvijem.
καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
A carstvo i vlast i veličanstvo carsko pod svijem nebom daće se narodu svetaca višnjega; njegovo će carstvo biti vječno carstvo, i sve će vlasti njemu služiti i slušati ga.
καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται.
Ovdje je kraj ovoj riječi. A mene Danila vrlo uznemiriše misli moje, i lice mi se sve promijeni; ali riječ sačuvah u srcu svom.
ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιήλ, οἱ διαλογισμοί μου ἐπὶ πολὺ συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ' ἐμοί, καὶ τὸ ρῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα.