Danilo 6

Stari zavet

1

Svidje se Dariju te postavi nad carstvom sto i pedeset upravitelja da budu nad svijem carstvom;

ΚΑΙ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ

0
2

A nad njima tri starješine, od kojih jedan bješe Danilo, kojima će upravitelji davati račune da ne bi caru bilo štete.

καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὧν ἦν Δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται.

0
3

A taj Danilo nadvišivaše starješine i upravitelje, jer u njemu bješe velik duh i car mišljaše da ga postavi nad svijem carstvom svojim.

καὶ ἦν Δανιὴλ ὑπὲρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ. καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ.

0
4

Tada starješine i upravitelji gledahu kako bi našli što da zabave Danilu radi carstva; ali ne mogahu naći zabave ni pogrješke, jer bješe vjeran, i ne nalažaše se u njega pogrješke ni mane.

καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι, ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιήλ· καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμπλάκημα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν.

0
5

Tada rekoše oni ljudi: nećemo naći na toga Danila ništa, ako ne nađemo što na nj radi zakona Boga njegova.

καὶ εἶπον οἱ τακτικοί· οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ.

0
6

Tada dođoše starješine i upravitelji k caru, i rekoše mu ovako: Darije care, da si živ dovijeka.

Τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ· Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι·

0
7

Sve starješine u carstvu, poglavari i upravitelji, vijećnici i vojvode dogovoriše se da se postavi carska naredba i oštra zabrana da ko bi se god zamolio za što kome god bogu ili čovjeku za trideset dana osim tebi, care, da se baci u jamu lavovsku.

συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων.

0
8

Zato, care, postavi tu zabranu i napiši da se ne može promijeniti, po zakonu Midskom i Persijskom, koji je nepromjenit.

νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Περσῶν καὶ Μήδων.

0
9

I car Darije napisa knjigu i zabranu.

τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξε γραφῆναι τὸ δόγμα.

0
10

A Danilo kad dozna da je knjiga napisana, otide svojoj kući, gdje bijahu otvoreni prozori u njegovoj sobi prema Jerusalimu, i padaše na koljena svoja tri puta na dan i moljaše se i hvalu davaše Bogu svojemu kao što činjaše prije.

Καὶ Δανιήλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ἱερουσαλήμ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν.

0
11

Tada se sabraše oni ljudi, i nađoše Danila gdje se moli i pripada Bogu svojemu.

τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιὴλ ἀξιοῦντα καὶ δεόμενον τοῦ Θεοῦ αὐτοῦ.

0
12

I otidoše te rekoše caru za carsku zabranu: nijesi li napisao zapovijest, da ko bi se god zamolio kome god bogu ili čovjeku za trideset dana, osim tebi, care, da se baci u jamu lavovsku? Car odgovori i reče: tako je po zakonu Midskom i Persijskom, koji je nepromjenit.

καὶ προσελθόντες λέγουσι τῷ βασιλεῖ· βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας, ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν ὁ βασιλεύς· ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.

0
13

Tada odgovoriše i rekoše caru: Danilo, koji je između roblja Judina, ne haje za te, care, ni za zabranu koju si napisao, nego se moli tri puta na dan svojom molitvom.

τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως· Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ Θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ.

0
14

Tada car čuvši to ožalosti se vrlo, i naumi da izbavi Danila, i truđaše se do zahoda sunčanoga da ga izbavi.

τότε ὁ βασιλεύς, ὡς τὸ ρῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν.

0
15

Tada oni ljudi sabraše se kod cara i rekoše caru: znaj, care, da je zakon u Midijana i Persijana da se nikakva zabrana i naredba, koju postavi car, ne mijenja.

τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσι τῷ βασιλεῖ· γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι.

0
16

Tada car reče te dovedoše Danila i baciše ga u jamu lavovsku; i car progovori i reče Danilu: Bog tvoj, kojemu bez prestanka služiš, neka te izbavi.

Τότε ὁ βασιλεὺς εἶπε καὶ ἤγαγον τὸν Δανιὴλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων· καί εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· ὁ Θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε.

0
17

I donesoše kamen i metnuše jami na vrata, i car ga zapečati svojim prstenom i prstenom svojih knezova da se ništa ne promijeni za Danila.

καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιήλ.

0
18

Tada otide car u svoj dvor, i prenoći ne jedavši niti dopustivši da mu se donese što čim bi se razveselio, i ne može zaspati.

καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. καὶ ἔκλεισεν ὁ Θεὸς τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιήλ.

0
19

Potom car usta ujutru rano i otide brže k jami lavovskoj.

τότε ὁ βασιλεὺς ἀνέστη τὸ πρωΐ ἐν τῷ φωτὶ καὶ ἐν σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων·

0
20

I kad dođe k jami, viknu Danila žalosnijem glasom; i progovori car i reče Danilu: Danilo, slugo Boga živoga, Bog tvoj, kojemu služiš bez prestanka, može li te izbaviti od lavova?

καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ ἐβόησε φωνῇ ἰσχυρᾷ· Δανιήλ, ὁ δοῦλος τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ τοῦ στόματος τῶν λεόντων;

0
21

Tada Danilo reče caru: care, da si živ dovijeka!

καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι.

0
22

Bog moj posla anđela svojega i zatvori usta lavovima, te mi ne naudiše; jer se nađoh čist pred njim, a ni tebi, care, ne učinih zla.

ὁ Θεός μου ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐνέφραξε τὰ στόματα τῶν λεόντων, καὶ οὐκ ἐλυμήναντό με, ὅτι κατέναντι αὐτοῦ εὐθύτης εὑρέθη ἐμοί· καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα οὐκ ἐποίησα.

0
23

Tada se car veoma obradova tomu, i zapovjedi da izvade Danila iz jame. I izvadiše Danila iz jame, i ne nađe se rane na njemu, jer vjerova Bogu svojemu.

τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ, καὶ τὸν Δανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου. καὶ ἀνηνέχθη Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ Θεῷ αὐτοῦ.

0
24

Potom zapovjedi car, te dovedoše ljude koji bijahu optužili Danila, i baciše u jamu lavovsku njih, djecu njihovu i žene njihove; i još ne dođoše na dno jami, a lavovi ih zgrabiše i sve im kosti potrše.

καὶ εἶπεν ὁ βασιλεύς, καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιήλ, καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν.

0
25

Tada car Darije pisa svijem narodima i plemenima i jezicima što življahu u svoj zemlji: mir da vam se umnoži.

Τότε Δαρεῖος ὁ βασιλεὺς ἔγραψε πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη·

0
26

Od mene je zapovijest da se u svoj državi carstva mojega svak boji i straši Boga Danilova, jer je on Bog živi, koji ostaje dovijeka, i carstvo se njegovo neće rasuti, i vlast će njegova biti do kraja;

ἐκ προσώπου μου ἐτέθη δόγμα τοῦτο ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ Θεοῦ Δανιήλ, ὅτι αὐτός ἐστι Θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυριεία αὐτοῦ ἕως τέλους·

0
27

On izbavlja i spasava, i čini znake i čudesa na nebu i na zemlji, on je izbavio Danila od sile lavovske.

ἀντιλαμβάνεται καὶ ρύεται καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅστις ἐξείλατο τὸν Δανιὴλ ἐκ χειρὸς τῶν λεόντων.

0
28

I taj Danilo bijaše srećan za carovanja Darijeva i za carovanja Kira Persijanca.

καὶ Δανιὴλ κατηύθυνεν ἐν τῇ βασιλείᾳ Δαρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου.

0