Stari zavet
Treće godine carovanja Valtasarova pokaza se meni Danilu utvara poslije one koja mi se pokazala prije.
ΕΝ ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιήλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.
I vidjeh u utvari; a bjeh u Susanu u gradu koji je u zemlji Elamu, kad vidjeh, i vidjeh u utvari i bjeh na vodi Ulaju.
καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλὰμ καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Οὐβὰλ
I podigoh oči svoje i vidjeh, i gle, stajaše kraj vode ovan, koji imaše dva roga, a rogovi bjehu visoki, ali jedan viši od drugoga, i viši naraste poslije.
καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ. καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων.
Vidjeh ovna gdje bode na zapad i na sjever i na jug, i nijedna zvijer ne mogaše mu odoljeti, i ne bijaše nikoga ko bi izbavio od njega, nego činjaše što hoćaše, i osili.
καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη.
A kad ja motrah, gle, iđaše jarac od zapada povrh sve zemlje a ne doticaše se zemlje; i taj jarac imaše rog znamenit među očima svojim.
καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ.
I dođe do ovna koji imaše dva roga, kojega vidjeh gdje stoji kraj vode, i potrča na nj gnjevno silom svojom.
καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τά κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.
I vidjeh ga gdje dođe do ovna, i razgnjeviv se na nj udari ovna, te mu slomi oba roga i ne bješe sile u ovnu da mu odoli, nego ga obori na zemlju i pogazi ga, i ne bješe nikoga da izbavi ovna od njega.
καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
I jarac posta vrlo velik; a kad osili, slomi se veliki rog, i mjesto njega narastoše znamenita četiri roga prema četiri vjetra nebeska.
καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
I iz jednoga njih izide jedan rog malen i naraste vrlo velik prema jugu i istoku i prema krasnoj zemlji.
καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν·
I naraste dori do vojske nebeske, i obori na zemlju neke od vojske i od zvijezda, i pogazi ih.
καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά,
I naraste dori do poglavara toj vojsci, i uze mu svagdašnju žrtvu, i sveti stan njegov obori.
καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ρύσεται τὴν αἰχμαλωσίαν, καὶ δι' αὐτὸν θυσία ἐταράχθη, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται·
I vojska bi dana u otpad od žrtve svagdašnje, i obori istinu na zemlju, i što činjaše napredovaše mu.
καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐοδώθη.
Tada čuh jednoga sveca gdje govoraše, i jedan svetac reče nekome koji govoraše: dokle će trajati ta utvara za svagdašnju žrtvu i za otpad pustošni da se gazi svetinja i vojska?
καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται;
I reče mi: do dvije tisuće i tri stotine dana i noći; onda će se svetinja očistiti.
καὶ εἶπεν αὐτῷ· ἕως ἐσπέρας καὶ πρωΐ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.
A kad vidjeh ja Danilo ovu utvaru, i zaiskah da razumijem, gle, stade preda me kao čovjek.
Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιήλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.
I čuh glas čovječji nasred Ulaja, koji povika i reče: Gavrilo, kaži ovome utvaru.
καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσε καὶ εἶπε· Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
I dođe gdje ja stajah; i kad dođe uplaših se, i padoh na lice svoje; a on mi reče: pazi, sine čovječji, jer je ova utvara za pošljednje vrijeme.
καὶ ἦλθε καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπε πρός με· σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
A dok mi on govoraše, ja bijah izvan sebe ležeći ničice na zemlji; a on me se dotače, i ispravi me, te stadoh.
καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέ με ἐπὶ πόδας
I reče: evo, ja ću ti kazati šta će biti na kraju gnjeva; jer će u određeno vrijeme biti kraj.
καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
Ovan što si ga vidio, koji ima dva roga, to su carevi Midski i Persijski.
ὁ κριός, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν.
A runjavi je jarac car Grčki; i veliki rog što mu bješe među očima, to je prvi car.
ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος.
A što se on slomi, i mjesto njega narastoše četiri, to su četiri carstva, koja će nastati iza toga naroda, ali ne s njegovom silom.
καὶ τοῦ συντριβέντος, οὗ ἔστησαν τέσσαρα κέρατα ὑποκάτω, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ.
A na pošljedak carovanja njihova, kad bezakonici navrše mjeru, nastaće car bestidan i lukav.
καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα.
Sila će mu biti jaka, ali ne od njegove jačine, i čudesno će pustošiti, i biće srećan i svršivaće, i gubiće silne i narod sveti.
καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
I lukavstvom njegovijem napredovaće prijevara u njegovoj ruci, i podignuće se u srcu svom, i u miru će pogubiti mnoge, i ustaće na kneza nad knezovima, ali će se potrti bez ruke.
καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ὠὰ χειρὶ συντρίψει.
A rečena utvara o danu i noći istina je; zato ti zapečati utvaru, jer je za mnogo vremena.
καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς ρηθείσης ἀληθής ἐστι· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.
Tada ja Danilo zanemogoh, i bolovah neko vrijeme; poslije ustah i vrših poslove careve; i čudih se utvari, ali niko ne dozna.
καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνίων.