Stari zavet
A bijaše jedan čovjek, rod mužu Nojemininu, čovjek bogat od porodice Elimelehove, kojemu ime bijaše Voz.
ΚΑΙ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.
I Ruta Moavka reče Nojemini: da idem u polje da pabirčim klasje za onijem pred kim nađem milost. A ona joj reče: idi, kćeri moja.
καὶ εἶπε Ροὺθ ἡ Μωαβῖτις πρὸς Νωεμίν· πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ· πορεύου, θύγατερ.
I ona otide, i došavši stade pabirčiti po njivi za žeteocima: i dogodi se, te dođe na njivu koja pripadaše Vozu, koji bijaše od porodice Elimelehove.
καὶ ἐπορεύθη καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ τοῦ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ.
I gle, dođe Voz iz Vitlejema, i reče žeteocima: Gospod da je s vama! I oni mu rekoše: da te blagoslovi Gospod!
καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ καὶ εἶπε τοῖς θερίζουσι· Κύριος μεθ᾿ ὑμῶν· καὶ εἶπον αὐτῷ· εὐλογήσαι σε Κύριος.
Tada reče Voz sluzi svojemu koji bijaše nad žeteocima: čija je ona mladica?
καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας· τίνος ἡ νεᾶνις αὕτη;
A sluga koji bješe nad žeteocima odgovori mu: Moavka je mladica koja se vratila s Nojeminom iz zemlje Moavske.
καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὼς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν· ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωὰβ
I reče: da pabirčim, da kupim klasje između snopova za žeteocima. I došavši bavi se od jutra do sada; samo je malo bila kod kuće.
καὶ εἶπε· συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.
Tada Voz reče Ruti: čuješ, kćeri moja; nemoj ići na drugu njivu da pabirčiš, niti odlazi odavde, nego se drži mojih djevojaka.
καὶ εἶπε Βοὸζ πρὸς Ρούθ· οὐκ ἤκουσας, θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου·
Pazi na kojoj njivi oni žanju, pa idi za njima; jer sam zapovjedio momcima svojim da te niko ne dira; a kad ožedniš, idi k sudovima i pij što moje sluge zahitaju.
οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψαισθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια.
Tada ona pade ničice i pokloni se do zemlje, i reče mu: kako nađoh milost pred tobom, da me pogledaš, kad sam tuđinka?
καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε πρὸς αὐτόν· τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;
A Voz odgovori i reče joj: čuo sam ja sve što si činila svekrvi svojoj po smrti muža svojega, i kako si ostavila oca svojega i mater svoju i postojbinu svoju, pa si došla k narodu kojega nijesi znala prije.
καὶ ἀπεκρίθη Βοὸζ καὶ εἶπεν αὐτῇ· ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης·
Gospod da ti plati za djelo tvoje, i da ti plata bude potpuna od Gospoda Boga Izrailjeva, kad si došla da se pod krilima njegovijem skloniš.
ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.
A ona reče: nađoh milost pred tobom, gospodaru, jer si me utješio i milostivo progovorio sluškinji svojoj, ako i nijesam kao jedna od tvojih sluškinja.
ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
A Voz joj reče: kad bude vrijeme jesti, dođi ovamo i jedi hljeba i umoči zalogaj svoj u ocat. I ona sjede pokraj žetelaca, i on joj pruži prženijeh zrna, i ona jede i nasiti se, i preteče joj.
καὶ εἶπεν αὐτῇ Βοόζ· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισε Ροὺθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε.
Potom usta da pabirči. A Voz zapovjedi momcima svojim govoreći: neka pabirči i među snopovima, nemojte da je zastidite.
καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ λέγων· καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·
Nego još navlaš ispuštajte rukoveti i ostavljajte joj neka kupi, i ne korite je.
καὶ βαστάζοντες βαστάσατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων· καὶ φάγεται καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.
I ona pabirči na njivi do večera, i ovrše što napabirči, i dođe oko efe ječma.
καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.
I uzevši otide u grad, i vidje svekrva njezina šta je napabirčila; a ona izvadi i dade joj i ono što joj je preteklo pošto se nasitila.
καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε, καὶ ἐξενέγκασα Ροὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν, ἐξ ὧν ἐνεπλήσθη.
I reče joj svekrva: gdje si pabirčila danas? i gdje si radila? Da je blagosloven koji te je pogledao! A ona kaza svekrvi svojoj kod koga je radila govoreći: ime je čovjeku kod kojega sam danas radila Voz.
καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς· ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀνήγγειλε Ροὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε· τὸ ὄνομα τοῦ ἀνδρός, μεθ᾿ οὗ ἐποίησα σήμερον, Βοόζ.
A Nojemina reče snasi svojoj: Gospod da ga blagoslovi, kad nije ukratio milosti svoje k živima i k mrtvima. I reče joj Nojemina: taj je čovjek nama rod, i jedan od osvetnika naših.
εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.
A Ruta Moavka reče: još mi je rekao: drži se moje čeljadi dokle ne požanju sve moje.
καὶ εἶπε Ροὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καί γε ὅτι εἶπε πρός με· μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι.
A Nojemina reče Ruti snasi svojoj: dobro je, kćeri moja, da ideš s njegovijem djevojkama, da te ne bi dirali na drugoj njivi.
καὶ εἶπε Νωεμὶν πρὸς Ροὺθ τὴν νύμφην αὐτῆς· ἀγαθόν, θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.
I tako se držaše djevojaka Vozovijeh pabirčeći dokle se ne svrši žetva ječmena i žetva pšenična; i življaše kod svekrve svoje.
καὶ προσεκολλήθη Ροὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.