Ruta 1

Stari zavet

1

A u ono vrijeme kad suđahu sudije bi glad u zemlji; i jedan čovjek iz Vitlejema Judina otide da živi kao došljak u zemlji Moavskoj sa ženom svojom i sa dva sina svoja.

ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.

0
2

A ime tomu čovjeku bješe Elimeleh, a ženi mu ime Nojemina, a imena dvojice sinova njegovijeh Malon i Heleon; i bijahu Efraćani, iz Vitlejema Judina; i dođoše u zemlju Moavsku i nastaniše se ondje.

καὶ ὄνομα τῷ ἀνδρὶ Ἐλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, Ἐφραθαῖοι ἐκ Βηθλεὲμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.

0
3

Potom umrije Elimeleh muž Nojeminin i ona osta sa dva sina svoja.

και ἀπέθανεν Ἐλιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.

0
4

Oni se oženiše Moavkama: jednoj bješe ime Orfa a drugoj Ruta; i ondje stajahu do deset godina.

καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ Ὀρφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.

0
5

Potom umriješe obojica, Malon i Heleon; i žena osta bez dva sina svoja i bez muža svojega.

καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.

0
6

Tada se ona podiže sa snahama svojima da se vrati iz zemlje Moavske, jer ču u zemlji Moavskoj da je Gospod pohodio narod svoj davši im hljeba.

καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους,

0
7

I izide iz mjesta gdje bijaše, i obje snahe njezine s njom; pođoše putem da se vrate u zemlju Judinu.

καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.

0
8

Tada reče Nojemina objema snahama svojima: idite, vratite se svaka u dom matere svoje; Gospod neka vam učini milost kao što vi učiniste umrlima i meni.

καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ·

0
9

Da vam da Gospod da nađete počinak svaka u domu muža svojega. I poljubi ih; a one povikavši zaplakaše,

δῴη Κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

0
10

I rekoše joj: ne, nego ćemo se s tobom vratiti u tvoj narod.

καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.

0
11

A Nojemina im reče: idite natrag, kćeri moje; što biste išle sa mnom? zar ću još imati sinova u utrobi svojoj da vam budu muževi?

καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;

0
12

Vratite se, kćeri moje, idite; jer sam ostarjela i nijesam za udaju. A i da kažem da se nadam i da se još noćas udam, i da rodim sinove,

ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,

0
13

Zar ćete ih vi čekati dok odrastu? zar ćete toga radi stajati neudate? Nemojte, kćeri moje; jer su moji jadi veći od vaših, jer se ruka Gospodnja podigla na me.

μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.

0
14

Tada one podigavši glas svoj plakaše opet; i Orfa poljubi svekrvu svoju; a Ruta osta kod nje.

καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.

0
15

A ona joj reče: eto, jetrva se tvoja vratila narodu svojemu i k bogovima svojim; vrati se i ti za jetrvom svojom.

καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.

0
16

Ali Ruta reče: nemoj me nagovarati da te ostavim i od tebe otidem; jer kuda god ti ideš, idem i ja; i gdje se god ti nastaniš, nastaniću se i ja; tvoj je narod moj narod, i tvoj je Bog moj Bog.

εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου·

1
17

Gdje ti umriješ, umrijeću i ja, i ondje ću biti pogrebena. To neka mi učini Gospod i to neka mi doda, smrt će me samo rastaviti s tobom.

καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.

0
18

A ona kad vidje da je tvrdo naumila ići s njom, presta je odvraćati.

ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.

0
19

Tako idoše obje dok ne dođoše u Vitlejem; a kad dođoše u Vitlejem, sav grad uzavre njih radi, i govorahu: je li to Nojemina?

ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν;

0
20

A ona im govoraše: ne zovite me više Nojemina, nego me zovite Mara, jer mi velike jade zadade svemogući.

καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·

0
21

Obilna sam otišla, a praznu me vrati Gospod. Zašto me zovete Nojemina, kad me Gospod obori i svemogući me ucvijeli.

ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με.

0
22

Tako dođe natrag Nojemina i s njom Ruta Moavka, snaha njezina, vrativši se iz zemlje Moavske; a dođoše u Vitlejem o početku ječmene žetve.

καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

0