Postanje 8

Stari zavet

1

A Bog se opomenu Noja i svijeh zvijeri i sve stoke što bjehu s njim u kovčegu; i posla Bog vjetar na zemlju da uzbije vodu.

ΚΑΙ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ,

1
2

I zatvoriše se izvori bezdanu i ustave nebeske, i dažd s neba prestade.

καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ.

0
3

I stade voda opadati na zemlji, i jednako opadaše poslije sto i pedeset dana;

καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.

1
4

Te se ustavi kovčeg sedmoga mjeseca dana sedamnaestoga na planini Araratu.

καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ.

1
5

I voda opadaše sve većma do desetoga mjeseca; i prvoga dana desetoga mjeseca pokazaše se vrhovi od brda.

τὸ δὲ ὕδωρ ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ἐν τῷ δεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.

0
6

A poslije četrdeset dana otvori Noje prozor na kovčegu, koji bješe načinio;

καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ·

0
7

I ispusti gavrana, koji jednako odlijetaše i dolijetaše dokle ne presahnu voda na zemlji.

καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

1
8

Pa pusti i golubicu da bi vidio je li opala voda sa zemlje.

καὶ ἀπέστειλε τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

0
9

A golubica ne našavši gdje bi stala nogom svojom vrati se k njemu u kovčeg, jer još bješe voda po svoj zemlji; i Noje pruživši ruku uhvati je i uze k sebi u kovčeg.

καὶ οὐχ εὑροῦσαι ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν.

0
10

I počeka još sedam dana, pa opet ispusti golubicu iz kovčega.

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ·

0
11

I pred veče vrati se k njemu golubica, i gle, u kljunu joj list maslinov, koji bješe otkinula; tako pozna Noje da je opala voda sa zemlje.

καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς, καὶ ἔγνω Νῶε ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

1
12

Ali počeka još sedam dana, pa opet ispusti golubicu, a ona mu se više ne vrati.

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὑ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.

0
13

Šest stotina prve godine vijeka Nojeva prvi dan prvoga mjeseca usahnu voda na zemlji; i Noje otkri krov na kovčegu, i ugleda zemlju suhu.

καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνός, μιᾷ τοῦ μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.

1
14

A drugoga mjeseca dvadeset sedmoga dana bješe sva zemlja suha.

ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός.

0
15

Tada reče Bog Noju govoreći:

Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε λέγων·

0
16

Izidi iz kovčega ti i žena tvoja i sinovi tvoji i žene sinova tvojih s tobom;

ἔξελθε ἐκ τῆς κιβωτοῦ, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ

0
17

Sve zvijeri što su s tobom od svakoga tijela, ptice i stoku i što god gamiže po zemlji, izvedi sa sobom, neka se raziđu po zemlji, i neka se plode i množe na zemlji.

καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

1
18

I izide Noje i sinovi njegovi i žena njegova i žene sinova njegovijeh s njim.

καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ.

0
19

Sve zvijeri, sve sitne životinje, sve ptice i sve što se miče po zemlji po svojim vrstama izidoše iz kovčega.

καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ.

0
20

I načini Noje žrtvenik Gospodu, i uze od svake čiste stoke i od svijeh ptica čistijeh, i prinese na žrtveniku žrtve paljenice.

καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.

0
21

I Gospod omirisa miris ugodni, i reče u srcu svojem: neću više kleti zemlje s ljudi, što je misao srca čovječijega zla od malena; niti ću više ubijati svega što živi, kao što učinih.

καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα.

1
22

Otsele dokle bude zemlje, neće nestajati sjetve ni žetve, studeni ni vrućine, ljeta ni zime, dana ni noći.

πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.

0