Stari zavet
A Rahilja vidjevši gdje ne rađa djece Jakovu, pozavidje sestri svojoj; i reče Jakovu: daj mi djece, ili ću umrijeti.
ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ Ἰακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ Ἰακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
A Jakov se rasrdi na Rahilju, i reče: zar sam ja a ne Bog koji ti ne da poroda?
θυματωθεὶς δὲ Ἰακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;
A ona reče: eto robinje moje Vale, lezi s njom, neka rodi na mojim koljenima, pa ću i ja imati djece od nje.
εἶπε δὲ Ραχὴλ τῷ Ἰακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
I dade mu Valu robinju svoju za ženu, i Jakov leže s njom.
καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
I zatrudnje Vala, i rodi Jakovu sina.
καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
A Rahilja reče: Gospod mi je sudio i čuo glas moj, te mi dade sina. Zato mu nadjede ime Dan.
καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν.
I Vala robinja Rahiljina zatrudnje opet, i rodi drugoga sina Jakovu;
καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
A Rahilja reče: borah se žestoko sa sestrom svojom, ali odoljeh. I nadjede mu ime Neftalim.
καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.
A Lija vidjevši gdje presta rađati uze Zelfu robinju svoju i dade je Jakovu za ženu.
Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν
I rodi Zelfa robinja Lijina Jakovu sina;
καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
I Lija reče: dođe četa. I nadjede mu ime Gad.
καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ.
Opet rodi Zelfa robinja Lijina drugoga sina Jakovu;
καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον.
I reče Lija: blago meni, jer će me blaženom zvati žene. Zato mu nadjede ime Asir.
καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
A Ruvim izide u vrijeme žetve pšenične i nađe mandragoru u polju, i donese je Liji materi svojoj. A Rahilja reče Liji: daj mi mandragoru sina svojega.
Ἐπορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
A ona joj reče: malo li ti je što si mi uzela muža? hoćeš da mi uzmeš i mandragoru sina mojega? A Rahilja joj reče: neka noćas spava s tobom za mandragoru sina tvojega.
εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
I uveče kad se Jakov vraćaše iz polja, izide mu Lija na susret i reče: spavaćeš kod mene, jer te kupih za mandragoru sina svojega. I spava kod nje onu noć.
εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
A Bog usliši Liju, te ona zatrudnje, i rodi Jakovu petoga sina.
καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον.
I reče Lija: Gospod mi dade platu moju što dadoh robinju svoju mužu svojemu. I nadjede mu ime Isahar.
καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ὅ ἐστι μισθός.
I zatrudnje Lija opet, i rodi Jakovu šestoga sina;
καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
I reče Lija: dariva me Gospod darom dobrijem; da ako se sada već priljubi k meni muž moj, jer mu rodih šest sinova. Zato mu nadjede ime Zavulon.
καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
Najposlije rodi kćer, i nadjede joj ime Dina.
καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.
Ali se Gospod opomenu Rahilje; i uslišiv je otvori joj matericu;
Ἐμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
I zatrudnje, i rodi sina, i reče: uze Bog sramotu moju.
καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος·
I nadjede mu ime Josif, govoreći: neka mi doda Gospod još jednoga sina.
καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον.
A kad Rahilja rodi Josifa, reče Jakov Lavanu: pusti me da idem u svoje mjesto i u svoju zemlju.
Ἐγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Daj mi žene moje, za koje sam ti služio, i djecu moju, da idem, jer znaš kako sam ti služio.
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
A Lavan mu reče: nemoj, ako sam našao milost pred tobom; vidim da me je blagoslovio Gospod tebe radi.
εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
I još reče: išti koliko hoćeš plate, i ja ću ti dati.
διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
A Jakov mu odgovori: ti znaš kako sam ti služio i kakva ti je stoka postala kod mene.
εἶπε δὲ Ἰακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
Jer je malo bilo što si imao dokle ja ne dođoh; ali se umnoži veoma, jer te Gospod blagoslovi kad ja dođoh. Pa kad ću i ja tako sebi kuću kućiti?
μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
I reče mu Lavan: šta hoćeš da ti dam? A Jakov odgovori: ne treba ništa da mi daš; nego ću ti opet pasti stoku i čuvati, ako ćeš mi učiti ovo:
καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ Ἰακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
Da zađem danas po svoj stoci tvojoj, i odlučim sve što je šareno i s biljegom, i sve što je crno između ovaca, i što je s biljegom i šareno između koza, pa što poslije bude tako, ono da mi je plata.
παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
Tako će mi se poslije posvjedočiti pravda moja pred tobom kad dođeš da vidiš zaslugu moju: što god ne bude šareno ni s biljegom ni crno između ovaca i koza u mene, biće kradeno.
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
A Lavan reče: eto, neka bude kako si kazao.
εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου.
I odluči Lavan isti dan jarce s biljegom i šarene i sve koze s biljegom i šarene, i sve na čem bijaše što bijelo, i sve crno između ovaca, i predade sinovima svojim.
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
I ostavi daljine tri dana hoda između sebe i Jakova. I Jakov pasijaše ostalu stoku Lavanovu.
καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.
I uze Jakov zelenijeh prutova topolovijeh i ljeskovijeh i kestenovijeh, i naguli ih do bjeline koja bješe na prutovima.
ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον.
I metaše naguljene prutove pred stoku u žljebove i korita kad dolažaše stoka da pije, da bi se upaljivala kad dođe da pije.
καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους·
I upaljivaše se stoka gledajući u prutove, i što se mlađaše bijaše s biljegom, prutasto i šareno.
καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά.
I Jakov odlučivaše mlad, i obraćaše stado Lavanovo da gleda u šarene i u sve crne; a svoje stado odvajaše i ne obraćaše ga prema stadu Lavanovu.
τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.
I kad se god upaljivaše stoka rana, metaše Jakov prutove u korita pred oči stoci da bi se upaljivala gledajući u prutove;
ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους·
A kad se upaljivaše pozna stoka, ne metaše; tako pozne bivahu Lavanove a rane Jakovljeve.
ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ Ἰακώβ.
I tako se taj čovjek obogati vrlo, te imaše mnogo stoke i sluga i sluškinja i kamila i magaraca.
καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.