Stari zavet
Bolje je ime nego veliko bogatstvo, i milost je bolja nego srebro i zlato.
ΑΙΡΕΤΩΤΕΡΟΝ ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή,
Bogat i siromah sretaju se; obojicu je Gospod stvorio.
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε.
Pametan čovjek vidi zlo i skloni se, a ludi idu dalje i plaćaju.
πανοῦργος ἱδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
Smjernosti i strahu Gospodnjemu plata je bogatstvo i slava i život.
γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
Trnje i zamke su na putu opakoga; ko čuva dušu svoju, biće daleko od toga.
τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
Uči dijete prema putu kojim će ići, pa neće otstupiti od njega ni kad ostari.
Bogat gospodari nad siromasima, i ko uzima u zajam biva sluga onomu koji daje.
πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσι.
Ko sije bezakonje žeće muku, i pruta gnjeva njegova nestaće.
ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. 8α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
Blago oko biće blagosloveno, jer daje hljeba svojega ubogomu.
ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ. 9α νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
Otjeraj potsmjevača, i otići će raspra i prestaće svađa i sramota.
ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.
Ko ljubi čisto srce, i čije su usne ljubazne, njemu je car prijatelj.
ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς.
Oči Gospodnje čuvaju znanje, a poslove bezakonikove obara.
οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.
Ljenivac govori: lav je napolju; nasred ulice poginuo bih.
προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
Usta su tuđih žena jama duboka; na koga se gnjevi Gospod, onamo će pasti.
βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. 14α εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
Bezumlje je privezano djetetu na srce; prut kojim se kara ukloniće ga od njega.
ἄνοια ἐξῆπται καρδίας νέου, ράβδος δὲ καὶ παιδεία μακρὰν ἀπ᾿ αὐτοῦ.
Ko čini krivo siromahu da umnoži svoje, i ko daje bogatome, zacijelo će osiromašiti.
ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσι δὲ πλουσίῳ ἐπ᾿ ἐλλάσσονι.
Prigni uho svoje i slušaj riječi mudrijeh ljudi, i srce svoje privij k nauci mojoj.
Λόγοις σοφῶν παράβαλλε σὸν οὗς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς, ὅτι καλοί εἰσι·
Jer će ti biti milina ako ih složiš u srce svoje, ako sve budu poređane na usnama tvojim.
καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν,
Da bi ti uzdanje bilo u Gospoda, kazujem ti ovo danas, a ti tako čini.
ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.
Nijesam li ti napisao znamenite stvari za savjete i znanje,
καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
Da bih ti pokazao tvrđu istinitijeh riječi da bi mogao istinitijem riječima odgovarati onima koji pošlju k tebi?
διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
Ne otimaj siromahu zato što je siromah, i ne zatiri nevoljnoga na vratima.
Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις·
Jer će Gospod braniti njihovu stvar, i oteće dušu onima koji njima otimaju.
ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ρύσῃ σὴν ἄσυλον ψυχήν.
Ne druži se s čovjekom gnjevljivijem i ne idi sa žestokim,
μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
Da se ne bi navikao na putove njegove i metnuo zamke na dušu svoju.
μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
Ne budi od onijeh koji ruku daju, koji se jamče za dugove.
μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
Ako nemaš čim platiti, zašto da se odnese postelja ispod tebe?
Ne pomiči stare međe, koju su postavili oci tvoji.
μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.
Jesi li vidio čovjeka ustaoca na poslu? Taki će pred carevima stajati, a neće stajati pred prostacima.