Ponovljeni zakon 4

1

A sada, Izrailju, čuj uredbe i zakone, koje vas učim da tvorite, da biste poživjeli i ušli u zemlju koju vam daje Gospod Bog otaca vaših i da biste je naslijedili.

ΚΑΙ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

0
2

Ništa ne dodajte k riječi koju vam ja zapovijedam, niti oduzmite od nje, da biste sačuvali zapovijesti Gospoda Boga svojega koje vam ja zapovijedam.

οὐ προσθήσετε πρὸς τὸ ρῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ᾿ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

1
3

Oči su vaše vidjele šta učini Gospod s Velfegora; jer svakoga čovjeka koji pođe za Velfegorom istrijebi Gospod Bog tvoj između tebe.

οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος, ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν.

0
4

A vi koji se držaste Gospoda Boga svojega, vi ste svi živi danas.

ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.

0
5

Gle, učio sam vas uredbama i zakonima, kao što mi zapovjedi Gospod Bog moj, da biste tako tvorili u zemlji u koju idete da je naslijedite.

ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν·

0
6

Držite dakle i izvršujte ih, jer je to mudrost vaša i razum vaš pred narodima, koji će kad čuju sve ove uredbe reći: samo je ovaj veliki narod narod mudar i razuman.

καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία καὶ ἡ σύνεσις ὑμῶν ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν· ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.

0
7

Jer koji je veliki narod kojemu je Bog blizu kao što je Gospod Bog naš kad ga god zazovemo?

ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα;

0
8

I koji je narod veliki koji ima uredbe i zakone pravedne kao što je sav ovaj zakon koji iznosim danas pred vas?

καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον;

0
9

Samo pazi na se i dobro čuvaj dušu svoju, da ne zaboraviš onijeh stvari koje su vidjele oči tvoje, i da ne izidu iz srca tvojega dokle si god živ; nego da ih obznaniš sinovima svojim i sinovima sinova svojih.

πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου

0
10

Onaj dan kad stajaste pred Gospodom Bogom svojim kod Horiva, kad mi Gospod reče: saberi mi narod da im kažem riječi svoje, kojima će se naučiti da me se boje dok su živi na zemlji, i da uče tome i sinove svoje;

ἡμέραν, ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτι εἶπε Κύριος πρός με· ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ρήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι.

0
11

Kad pristupiste i stajaste pod gorom, a gora ognjem goraše do samoga neba i bješe na njoj tama i oblak i mrak;

καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη.

0
12

I progovori Gospod k vama isred ognja; glas od riječi čuste, ali osim glasa lika ne vidjeste;

καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ρημάτων, ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ᾿ ἢ φωνήν·

0
13

I objavi vam zavjet svoj, koji vam zapovjedi da držite, deset riječi, koje napisa na dvije ploče kamene.

καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ρήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας.

0
14

I meni zapovjedi onda Gospod da vas učim uredbama i zakonima da ih tvorite u zemlji u koju idete da je naslijedite.

καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτά ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.

0
15

Zato čuvajte dobro duše svoje; jer ne vidjeste nikakoga lika u onaj dan kad vam govori Gospod na Horivu isred ognja,

καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.

0
16

Da se ne biste pokvarili i načinili sebi lik rezan ili kaku god sliku od čovjeka ili od žene,

μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ,

0
17

Sliku od kakoga živinčeta koje je na zemlji, ili sliku od kake ptice krilate koja leti ispod neba;

ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, ὃ πέταται ὑπὸ τὸν οὐρανόν,

0
18

Sliku od čega što puže po zemlji, ili sliku od kake ribe koja je u vodi pod zemljom;

ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

0
19

I da ne bi podigavši oči svoje k nebu i vidjevši sunce i mjesec i zvijezde, svu vojsku nebesku, prevario se i klanjao im se i služio im; jer ih Gospod Bog tvoj dade svijem narodima pod cijelijem nebom;

καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.

0
20

A vas uze Gospod i izvede vas iz peći gvozdene, iz Misira, da mu budete narod našljedni, kao što se vidi danas.

ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

0
21

Ali se Gospod razgnjevi na me za vaše riječi, i zakle se da neću prijeći preko Jordana ni ući u dobru zemlju, koju ti Gospod Bog tvoj daje u našljedstvo.

καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾿ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ·

0
22

I ja ću umrijeti u ovoj zemlji i neću prijeći preko Jordana; a vi ćete prijeći i naslijediti onu dobru zemlju.

ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.

0
23

Pazite da ne zaboravite zavjeta Gospoda Boga svojega, koji učini s vama, i da ne gradite sebi lika rezanoga, slike od koje god tvari, kao što ti je zabranio Gospod Bog tvoj.

προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου·

0
24

Jer je Gospod Bog tvoj oganj koji spaljuje i Bog koji revnuje.

ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.

0
25

Kad izrodiš sinove i unuke, i ostarite u onoj zemlji, ako se pokvarite i načinite sliku rezanu od kake tvari i učinite što nije ugodno Gospodu Bogu vašemu, dražeći ga,

Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν,

0
26

Svjedočim vam danas nebom i zemljom da će vas brzo nestati sa zemlje u koju idete preko Jordana da je naslijedite, nećete biti dugo u njoj, nego ćete se istrijebiti.

διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾿ αὐτῆς, ἀλλ᾿ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.

0
27

Ili će vas rasijati Gospod među narode, i malo će vas ostati među narodima u koje vas odvede Gospod;

καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ.

0
28

I služićete ondje bogovima koje su načinile ruke čovječije, od drveta i od kamena, koji ne vide ni čuju, niti jedu ni mirišu.

καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσι.

0
29

Ali ako i ondje potražiš Gospoda Boga svojega, naći ćeš ga, ako ga potražiš svijem srcem svojim i svom dušom svojom.

καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·

0
30

Kad budeš u nevolji i sve te to snađe, ako se u pošljednje vrijeme obratiš ka Gospodu Bogu svojemu, i poslušaš glas njegov,

καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπ᾿ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ·

0
31

Gospod je Bog tvoj milostiv Bog, neće te ostaviti ni istrijebiti, jer neće zaboraviti zavjeta s ocima tvojim, za koji im se zakleo.

ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψῃ σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος.

0
32

Jer zapitaj sada za stara vremena, koja su bila prije tebe, od onoga dana kad stvori Bog čovjeka na zemlji, i od jednoga kraja neba do drugoga, je li kad bila ovaka stvar velika, i je li se kad čulo što tako?

ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ρῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·

0
33

Je li kad čuo koji narod glas Božji gdje govori isred ognja, kao što si ti čuo i ostao živ?

εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·

0
34

Ili, je li Bog pokušao da dođe te uzme sebi narod iz drugoga naroda kušanjem, znacima i čudesima i ratom i rukom krjepkom i mišicom podignutom i strahotama velikim, kao što je učinio sve to za vas Gospod Bog naš u Misiru na vaše oči?

εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασι καί ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·

0
35

Tebi je to pokazano da poznaš da je Gospod Bog, i da nema drugoga osim njega.

ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.

0
36

Dao ti je da čuješ glas njegov s neba da bi te naučio, i pokazao ti je na zemlji oganj svoj veliki, i riječi njegove čuo si isred ognja.

ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ρήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.

0
37

I što mu mili bijahu oci tvoji, zato izabra sjeme njihovo nakon njih, i izvede te sam velikom silom svojom iz Misira,

διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου

0
38

Da otjera ispred tebe narode veće i jače od tebe, i da tebe uvede u njihovu zemlju i dade ti je u našljedstvo, kao što se vidi danas.

ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.

0
39

Znaj dakle i pamti u srcu svojem da je Gospod Bog, gore na nebu i dolje na zemlji, nema drugoga.

καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·

0
40

I drži uredbe njegove i zapovijesti njegove, koje ti ja danas zapovijedam, da bi dobro bilo tebi i sinovima tvojim nakon tebe, da bi ti se produljili dani na zemlji koju ti Gospod Bog tvoj daje zasvagda.

καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.

0
41

Tada odijeli Mojsije tri grada s ovu stranu Jordana prema istoku,

Τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου

0
42

Da bi utjecao u njih krvnik koji ubije bližnjega svojega nehotice ne mrzivši prije na nj, i kad uteče u koji od tijeh gradova, da bi ostao živ:

φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·

0
43

Vosor u pustinji, na ravnici u zemlji plemena Ruvimova, i Ramot u Galadu u plemenu Gadovu, Golan u Vasanskoj u plemenu Manasijinu.

τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβὴν καὶ τὴν Ραμὼθ ἐν Γαλαὰδ τῷ Γαδδὶ καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῇ.

0
44

Ovo je zakon koji postavi Mojsije sinovima Izrailjevijem.

Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ·

0
45

Ovo su svjedočanstva i uredbe i zakoni, koje kaza Mojsije sinovima Izrailjevijem kad izidoše iz Misira,

ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου

0
46

S ovu stranu Jordana u dolini prema Vet-Fegoru u zemlji Siona cara Amorejskoga, koji življaše u Esevonu, kojega ubi Mojsije i sinovi Izrailjevi kad izidoše iz Misira,

ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, ὃν ἐπάταξε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου

0
47

I osvojiše zemlju njegovu i zemlju Oga cara Vasanskoga, dva cara Amorejska, koja je s ovu stranu Jordana prema istoku,

καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασάν, δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου,

0
48

Od Aroira, koji je na potoku Arnonu, do gore Siona, a to je Ermon,

ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἀερμών,

0
49

I sve polje s ovu stranu Jordana prema istoku do mora uz ravnicu pod Azdot-Fazgom.

πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.

0