Ponovljeni zakon 5

1

I Mojsije sazva sav narod Izrailjev, i reče im: čuj Izrailju uredbe i zakone, koje ću danas kazati da čujete, da ih naučite i držite ih i tvorite.

ΚΑΙ ἐκάλεσε Μωυσῆς πάντα Ἰσραήλ, καὶ εἶπε πρὸς αὐτούς· ἄκουε, Ἰσραήλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά.

0
2

Gospod Bog naš učini s nama zavjet na Horivu.

Κύριος ὁ Θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ·

0
3

Nije s ocima našim učinio taj zavjet, nego s nama, koji smo danas tu svi živi.

οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλ᾿ ἢ πρὸς ὑμᾶς, ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον·

0
4

Licem k licu govorio vam je Gospod na ovoj gori isred ognja;

πρόσωπον κατὰ πρόσωπον ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός,

0
5

Ja tada stajah između Gospoda i vas, da vam javim riječi Gospodnje, jer vas bješe strah od ognja i ne izidoste na goru; i reče:

κἀγὼ εἱστήκειν ἀνὰ μέσον Κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ρήματα Κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων·

0
6

Ja sam Gospod Bog tvoj, koji sam te izveo iz zemlje Misirske, iz doma ropskoga.

ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

0
7

Nemoj imati bogova drugih do mene.

οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου.

0
8

Ne gradi sebi lika rezanoga, niti kakve slike od tvari koje su gore na nebu ili koje su dolje na zemlji ili koje su u vodi ispod zemlje.

οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

0
9

Nemoj im se klanjati niti im služiti, jer sam ja Gospod Bog tvoj, Bog revnitelj, koji na sinovima pohodim bezakonja otaca njihovijeh do trećega i do četvrtoga koljena, onijeh koji mrze na me,

οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.

0
10

A činim milost na tisućama onijeh koji me ljube i čuvaju zapovijesti moje.

καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.

0
11

Ne uzimaj uzalud imena Gospoda Boga svojega, jer neće pred Gospodom biti prav ko uzme ime njegovo uzalud.

οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.

0
12

Drži dan od odmora i svetkuj ga, kao što ti je zapovjedio Gospod Bog tvoj.

φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου.

0
13

Šest dana radi, i svršuj sve poslove svoje.

ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·

0
14

A sedmi je dan odmor Gospodu Bogu tvojemu; nemoj raditi nikakoga posla ni ti ni sin tvoj ni kći tvoja ni sluga tvoj ni sluškinja tvoja, ni vo tvoj ni magarac tvoj, niti koje živinče tvoje, ni došljak koji je kod tebe, da bi se odmorio sluga tvoj i sluškinja tvoja kao i ti.

τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος ὁ παροικῶν ἐν σοί, ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ τὸ ὑποζύγιόν σου, ὥσπερ καὶ σύ·

0
15

I pamti da si bio rob u zemlji Misirskoj, i Gospod Bog tvoj izvede te odande rukom krjepkom i mišicom podignutom. Zato ti je Gospod Bog tvoj zapovjedio da svetkuješ dan od odmora.

καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέ σε Κύριος ὁ Θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, διὰ τοῦτο συνέταξέ σοι Κύριος ὁ Θεός σου, ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν.

0
16

Poštuj oca svojega i mater svoju, kao što ti je zapovjedio Gospod Bog tvoj, da bi se produljili dani tvoji i da bi ti dobro bilo na zemlji, koju ti daje Gospod Bog tvoj.

τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.

0
17

Ne ubij.

οὐ φονεύσεις.

0
18

Ne čini preljube.

οὐ μοιχεύσεις.

0
19

Ne kradi.

οὐ κλέψεις.

0
20

Ne svjedoči lažno na bližnjega svojega.

οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.

0
21

Ne poželi žene bližnjega svojega, ne poželi kuće bližnjega svojega, ni njive njegove, ni sluge njegova, ni sluškinje njegove, ni vola njegova, ni magarca njegova, niti išta što je bližnjega tvojega.

οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε πάντα ὅσα τῷ πλησίον σού ἐστι.

0
22

Te riječi izgovori Gospod svemu zboru vašemu na gori isred ognja, oblaka i mraka, glasom velikim, i ništa više, nego ih napisa na dvije ploče kamene koje mi dade.

Ταῦτα τὰ ρήματα ἐλάλησε Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκε· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέ μοι.

0
23

A vi kad čuste glas isred tame, jer gora ognjem goraše, pristupiste k meni, svi glavari od plemena vaših i starješine vaše,

καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν,

0
24

I rekoste: gle, pokaza nam Gospod Bog naš slavu i veličinu svoju, i čusmo glas njegov isred ognja; danas vidjesmo gdje Bog govori s čovjekom, i čovjek osta živ.

καὶ ἐλέγετε· ἰδοὺ ἔδειξεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ Θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται.

0
25

Pa sada zašto da pomremo? jer će nas spaliti onaj oganj veliki; ako jošte čujemo glas Gospoda Boga svojega, pomrijećemo.

καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα·

0
26

Jer koje je tijelo čulo glas Boga živoga gdje govori isred ognja, kao mi, i ostalo živo?

τίς γὰρ σάρξ, ἥτις ἤκουσε φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὡς ἡμεῖς, καὶ ζήσεται;

0
27

Idi ti, i saslušaj sve što će kazati Gospod Bog naš, pa onda ti kaži nama što ti god reče Gospod Bog naš, a mi ćemo slušati i tvoriti.

πρόσελθε σὺ καὶ ἄκουσον πάντα, ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα, ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.

0
28

I Gospod ču glas od riječi vaših kad vi govoraste, i reče mi Gospod: čuh glas od riječi toga naroda, koje rekoše tebi; što rekoše dobro rekoše.

καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπε Κύριος πρός με· ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρός σε· ὀρθῶς πάντα, ὅσα ἐλάλησαν.

0
29

O, kad bi im bilo srce svagda tako da me se boje i drže sve zapovijesti moje svagda, da bi dobro bilo njima i sinovima njihovijem dovijeka.

τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι᾿ αἰῶνος;

0
30

Idi, reci im: vratite se u šatore svoje.

βάδισον, εἰπὸν αὐτοῖς· ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν·

0
31

A ti stani ovdje kod mene, i kazaću ti sve zapovijesti i uredbe i zakone, koje ćeš ih naučiti da tvore u zemlji koju im dajem u našljedstvo.

σὺ δὲ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα διδάξεις αὐτούς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ, ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.

0
32

Gledajte dakle da činite kako vam je zapovjedio Gospod Bog vaš, ne svrćite ni nadesno ni nalijevo.

καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,

0
33

Cijelijem putem, koji vam je zapovjedio Gospod Bog vaš, idite, da biste živi bili i da bi vam dobro bilo, i da bi vam se produljili dani u zemlji koju ćete naslijediti.

κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἣν κληρονομήσετε.

0