Stari zavet
A ovo su zapovijesti i uredbe i zakoni, koje Gospod Bog vaš zapovjedi da vas učim da ih tvorite u zemlji u koju idete da je naslijedite,
ΚΑΙ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,
Da bi se bojao Gospoda Boga svojega držeći sve uredbe njegove i zapovijesti njegove, koje ti ja zapovijedam, ti i sin tvoj i unuk tvoj svega vijeka svojega, da bi ti se produljili dani tvoji.
ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.
Čuj dakle, Izrailju, i gledaj da tako činiš, da bi ti dobro bilo i da biste se umnožili veoma u zemlji u kojoj teče mlijeko i med, kao što ti je rekao Gospod Bog otaca tvojih.
καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.
Čuj, Izrailju: Gospod je Bog naš jedini Gospod.
Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
Zato ljubi Gospoda Boga svojega iz svega srca svojega i iz sve duše svoje i iz sve snage svoje.
καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
I neka ove riječi koje ti ja zapovijedam danas budu u srcu tvom.
καὶ ἔσται τὰ ρήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν ψυχῇ σου·
I često ih napominji sinovima svojim, i govori o njima kad sjediš u kući svojoj i kad ideš putem, kad liježeš i kad ustaješ.
καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·
I veži ih sebi na ruku za znak, i neka ti budu kao počeonik među očima.
καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου·
I napiši ih na dovratnicima od kuće svoje i na vratima svojim.
καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.
A kad te uvede Gospod Bog tvoj u zemlju za koju se zakleo ocima tvojim, Avramu, Isaku i Jakovu, da će ti je dati, u gradove velike i dobre, kojih nijesi zidao,
Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δοῦναί σοι, πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας,
I kuće pune svakoga dobra, kojih nijesi punio, i na studence iskopane, kojih nijesi kopao, u vinograde i u maslinike, kojih nijesi sadio, i staneš jesti i nasitiš se,
οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς
Čuvaj se da ne zaboraviš Gospoda, koji te je izveo iz zemlje Misirske, iz kuće ropske.
πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
Gospoda Boga svojega boj se, i njemu služi, i njegovim se imenom kuni.
Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.
Ne idite za drugim bogovima između bogova drugih naroda, koji su oko vas.
οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,
Jer je Bog revnitelj, Gospod Bog tvoj, usred tebe, pa da se ne bi razgnjevio Gospod Bog tvoj na te i istrijebio te sa zemlje.
ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί, μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σού σοι ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς.
Nemojte kušati Gospoda Boga svojega kao što ga kušaste u Masi.
οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.
Držite dobro zapovijesti Gospoda Boga svojega i svjedočanstva njegova i uredbe njegove, koje ti je zapovjedio,
φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι·
I čini što je pravo i dobro pred Gospodom, da bi ti bilo dobro i da bi ušao u dobru zemlju, za koju se zakleo Gospod ocima tvojim, i da bi je naslijedio,
καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν,
Da bi otjerao sve neprijatelje tvoje ispred tebe, kao što ti je rekao Gospod.
ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
Pa kad te zapita poslije sin tvoj govoreći: kakva su to svjedočanstva i uredbe i zakoni, što vam je zapovjedio Gospod Bog naš?
Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων· τί ἐστι τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν;
Onda kaži sinu svojemu: bijasmo robovi Faraonovi u Misiru, i izvede nas Gospod iz Misira rukom krjepkom,
καὶ ἐρεῖς τῷ υἱῷ σου· οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ.
I učini Gospod znake i čudesa velika i zla u Misiru na Faraonu i na svemu domu njegovu pred nama,
καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν·
A nas izvede odande da nas uvede u zemlju za koju se zakleo ocima našim da će nam je dati.
καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν.
I zapovjedi nam Gospod da vršimo sve ove uredbe bojeći se Gospoda Boga svojega, da bi nam bilo dobro svagda i da bi nas sačuvao u životu, kao što se vidi danas.
καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον.
I biće nam pravda, ako uzdržimo i ustvorimo sve zapovijesti ove pred Gospodom Bogom svojim, kako nam je zapovjedio.
καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν.