Stari zavet
Kad te Gospod Bog tvoj uvede u zemlju u koju ideš da je naslijediš, i otjera ispred tebe narode mnoge, Heteje i Gergeseje i Amoreje i Hananeje i Ferezeje i Jeveje i Jevuseje, sedam naroda većih i jačih od tebe,
ΕΑΝ δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσσαῖον καὶ Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν,
I preda ih Gospod Bog tvoj tebi, i ti ih razbiješ, potri ih, ne hvataj s njima vjere, niti se smiluj na njih;
καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
Niti se prijatelji s njima; kćeri svoje ne daji za sina njihova, niti kćeri njihove uzimaj za sina svojega.
οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου·
Jer bi otpadila sina tvojega od mene, i služio bi bogovima drugim, te bi se razgnjevio Gospod na vas i potro vas brzo.
ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾿ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς καὶ ἐξολοθρεύσει σε τὸ τάχος.
Nego ovo im učinite: oltare njihove raskopajte, i likove njihove polomite, lugove njihove isijecite, i rezane bogove njihove ognjem spalite.
ἀλλ᾿ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·
Jer si ti narod svet Gospodu Bogu svojemu, tebe je izabrao Gospod Bog tvoj da mu budeš narod osobit mimo sve narode na zemlji.
ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς.
Ne zato što bi vas bilo više nego drugih naroda prihvati vas Gospod i izabra vas; jer vas bijaše manje nego ikojega drugoga naroda;
οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς καὶ ἐξελέξατο Κύριος ὑμᾶς, ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη,
Nego što vas Gospod miluje i što drži zakletvu kojom se zakleo ocima vašim, zato vas je Gospod izveo rukom krjepkom i izbavio vas iz kuće ropske, iz ruke Faraona cara Misirskoga.
ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουλείας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.
I tako znaj da je Gospod Bog tvoj Bog, Bog vjeran, koji drži zavjet svoj i milost svoju do tisuću koljena onima koji ga ljube i drže zapovijesti njegove,
καὶ γνώσῃ ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός, Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς
I plaća onima koji mrze na nj, svakome istrebljujući ga, i ne odgađa onome koji mrzi na nj, plaća svakome.
καὶ ἀποδιδοὺς τοῖς μισοῦσι κατὰ πρόσωπον ἐξολοθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσι, κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.
Zato drži zapovjesti i uredbe i zakone, koje ti danas ja zapovijedam, da ih tvoriš.
καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.
I ako ove zakone uzaslušate i uzdržite i ustvorite, i Gospod će Bog tvoj držati tebi zavjet i milost, za koju se zakleo ocima tvojim;
Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ Θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν,
I milovaće te i blagosloviće te i umnožiće te; blagosloviće plod utrobe tvoje i plod zemlje tvoje, žito tvoje i vino tvoje i ulje tvoje, plod goveda tvojih i stada ovaca tvojih u zemlji za koju se zakleo ocima tvojim da će ti je dati.
καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
Bićeš blagosloven mimo sve narode: neće biti u tebe ni muškoga ni ženskoga neplodna, ni među stokom tvojom.
εὐλογητός ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσί σου.
I ukloniće od tebe Gospod svaku bolest, i od ljutih zala Misirskih koja znaš neće nijednoga pustiti na tebe, nego će ih pustiti na one sve koji mrze na te.
καὶ περιελεῖ Κύριος ὁ Θεός σου ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας, καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε.
I istrijebi sve narode koje ti Gospod Bog tvoj preda, neka ih ne požali oko tvoje, i nemoj služiti bogovima njihovijem, jer bi ti to bilo zamka.
καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστί σοι.
Ako bi rekao u srcu svom: veći su ovi narodi od mene, kako ih mogu izagnati?
ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς;
Ne boj ih se; pamti dobro što je učinio Gospod Bog tvoj s Faraonom i sa svijem Misircima,
οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις,
Velika kušanja, koja vidješe oči tvoje, i znake i čudesa i ruku krjepku i mišicu podignutu, kojom te izvede Gospod Bog tvoj; onako će učiniti Gospod Bog tvoj sa svijem narodima od kojih bi se uplašio.
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου, οὕτω ποιήσει Κύριος ὁ Θεὸς ὑμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.
I stršljene će poslati Gospod Bog tvoj na njih dokle ne izginu koji bi ostali i sakrili se od tebe.
καὶ τὰς σφηκίας ἀποστελεῖ Κύριος ὁ Θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ.
Ne plaši se od njih, jer je Gospod Bog tvoj usred tebe, Bog veliki i strašni.
οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ἐν σοί, Θεὸς μέγας καὶ κραταιός,
Gospod će Bog tvoj malo pomalo potrti te narode ispred tebe; nećeš ih moći odjedanput istrijebiti, da se ne bi umnožilo na tebe zvijerje poljsko.
καὶ καταναλώσει Κύριος ὁ Θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια.
Ali će ih predati Gospod Bog tvoj tebi, i zatiraće ih zatiranjem velikim dokle se ne zatru.
καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολεῖς αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολοθρεύσητε αὐτούς.
I predaće careve njihove u tvoje ruke da zatreš ime njihovo pod nebom, neće se nijedan održati pred tobom, dokle ih ne potreš.
καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς.
Rezane bogove njihove spali ognjem, nemoj da se polakomiš na srebro ili zlato što je na njima i da ga uzmeš, da ti ne bude zamka, jer je gadno pred Gospodom Bogom tvojim.
τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾿ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς δι᾿ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι·
I nemoj da uneseš gada u dom svoj, da ne budeš proklet kao i on, nego se gadi na nj i grozi se od njega, jer je prokleto.
καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἀνάθεμα ἔσῃ ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστι.