Stari zavet
Držite i tvorite sve zapovijesti koje vam ja zapovijedam danas, da biste živi bili i umnožili se, i da biste ušli u zemlju za koju se Gospod zakleo ocima vašim, i da biste je naslijedili.
ΠΑΣΑΣ τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν.
I opominji se svega puta kojim te je vodio Gospod Bog tvoj četrdeset godina po pustinji, da bi te namučio i iskušao, da se zna šta ti je u srcu, hoćeš li držati zapovijesti njegove ili nećeš.
καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
I mučio te je, i glađu te morio; ali te je opet hranio manom, za koju ti nijesi znao ni oci tvoji, da bi ti pokazao da čovjek ne živi o samom hljebu nego o svemu što izlazi iz usta Gospodnjih.
καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος.
Odijelo tvoje ne ovetša na tebi niti noga tvoja oteče za ovijeh četrdeset godina;
τὰ ἱμάτιά σου οὐκ ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη.
Zato poznaj u srcu svom da te Gospod Bog tvoj gaji kao što čovjek gaji svoje dijete.
καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεός σου παιδεύσει σε,
I drži zapovijesti Gospoda Boga svojega hodeći putovima njegovijem i bojeći se njega.
καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν·
Jer Gospod Bog tvoj uvešće te sada u dobru zemlju, u zemlju u kojoj ima dosta potoka i izvora i jezera, što izviru po dolinama i po brdima;
ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·
U zemlju izobilnu pšenicom i ječmom i vinovom lozom i smokvama i šipcima, zemlju izobilnu maslinom, od koje biva ulje, i medom;
γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ροαί, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος·
U zemlju, gdje nećeš sirotinjski jesti hljeba, gdje ti neće ništa nedostajati; u zemlju, gdje je kamenje gvožđe i gdje ćeš iz brda njezinijeh sjeći mjed.
γῆ, ἐφ᾿ ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ ἐπ᾿ αὐτῆς οὐδέν· γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν·
Ješćeš i bićeš sit, pa blagosiljaj Gospoda Boga svojega za dobru zemlju koju ti da.
καὶ φαγῇ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις Κύριον τὸν Θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς δέδωκέ σοι.
I čuvaj se da ne zaboraviš Gospoda Boga svojega bacivši u nemar zapovijesti njegove i zakone njegove i uredbe njegove, koje ti ja zapovijedam danas.
πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,
I kad uzjedeš i nasitiš se, i dobre kuće načiniš i u njima staneš živjeti,
μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς
I kad se goveda tvoja i ovce tvoje naplode, i kad ti se namnoži srebro i zlato, i što god imaš kad ti se namnoži,
καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων, ὅσων σοι ἔσται, πληθυνθέντων σοι,
Nemoj da se ponese srce tvoje i zaboraviš Gospoda Boga svojega, koji te je izveo iz zemlje Misirske, iz kuće ropske;
ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας,
Koji te je vodio preko one pustinje velike i strašne gdje žive zmije vatrene i skorpije, gdje je suša a nema vode; koji ti je izveo vodu iz tvrdoga kamena;
τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος,
Koji te je hranio u pustinji manom, za koju ne znaše oci tvoji, da bi te namučio i iskušao te, i najposlije da bi ti dobro učinio.
τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σου.
Niti govori u srcu svojem: moja snaga, i sila moje ruke dobavila mi je ovo blago.
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην·
Nego se opominji Gospoda Boga svojega; jer ti on daje snagu da dobavljaš blago, da bi potvrdio zavjet svoj, za koji se zakleo ocima tvojim, kao što se vidi danas.
καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσι σου, ὡς σήμερον.
Ako li zaboraviš Gospoda Boga svojega, i pođeš za drugim bogovima i njima staneš služiti i klanjati se, svjedočim vam danas da ćete zacijelo propasti,
καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε·
Propašćete kao narodi koje Gospod potire ispred vas, jer ne poslušaste glasa Gospoda Boga svojega.
καθὰ καὶ τὰ λοιπὰ ἔθνη, ὅσα Κύριος ὁ Θεὸς ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθ᾿ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.