Ponovljeni zakon 9

1

Čuj, Izrailju! ti danas prelaziš preko Jordana da uđeš i naslijediš narode veće i jače od sebe, gradove velike i ograđene do neba;

ΑΚΟΥΕ, Ἰσραήλ· σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,

0
2

Velik i visok narod, sinove Enakove, koje znaš i za koje si slušao: ko ce odoljeti sinovima Enakovijem?

λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ;

0
3

Znaj dakle danas da je Gospod Bog tvoj, koji ide pred tobom, oganj koji spaljuje; on će ih istrijebiti i on će ih oboriti pred tobom, i izagnaćeš ih i istrijebiti brzo, kao što ti je kazao Gospod.

καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος.

0
4

Kad ih Gospod Bog tvoj otjera ispred tebe, nemoj da rečeš u srcu svom: za pravdu moju uvede me Gospod u ovu zemlju da je naslijedim; jer Gospod tjera one narode ispred tebe za nevaljalstvo njihovo!

μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων· διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην·

0
5

Ne ideš za pravdu svoju ni za čistotu srca svojega da naslijediš tu zemlju; nego za nevaljalstvo tijeh naroda Gospod Bog tvoj tjera ih ispred tebe, i da održi riječ za koju se zakleo ocima tvojim, Avramu, Isaku i Jakovu.

οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.

0
6

Znaj dakle da ti Gospod Bog tvoj ne daje te dobre zemlje za pravdu tvoju da je naslijediš, jer si tvrdovrat narod.

καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.

0
7

Pamti i ne zaboravi kako si gnjevio Gospoda Boga svojega u pustinji; od onoga dana kad izidoste iz zemlje Misirske pa dokle dođoste na ovo mjesto, nepokorni bijaste Gospodu.

μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ᾿ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.

0
8

I kod Horiva razgnjeviste Gospoda, i od gnjeva šćaše vas Gospod da istrijebi.

καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς,

0
9

Kad izidoh na goru da primim ploče kamene, ploče zavjeta, koji s vama učini Gospod, tada stajah na gori četrdeset dana i četrdeset noći hljeba ne jedući ni vode pijući.

ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.

0
10

I dade mi Gospod dvije ploče kamene, ispisane prstom Gospodnjim, na kojima bijahu riječi sve koje vam izgovori Gospod na gori isred ognja na dan zbora vašega.

καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπ᾿ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·

0
11

Poslije četrdeset dana i četrdeset noći dade mi Gospod dvije ploče kamene, ploče zavjetne.

καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης.

0
12

I reče mi Gospod: ustani, siđi brže odavde; jer se pokvari narod tvoj koji si izveo iz Misira, siđoše brzo s puta koji im zapovjedih, i načiniše sebi liven lik.

καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα.

0
13

Još mi reče Gospod govoreći: pogledah ovaj narod, i eto je narod tvrda vrata.

καὶ εἶπε Κύριος πρός με λέγων· λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι·

0
14

Pusti me da ih istrijebim i ime njihovo zatrem pod nebom; a od tebe ću učiniti narod jači i veći nego što je ovaj.

καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.

0
15

I ja se vratih i siđoh s gore, a gora ognjem goraše, i dvije ploče zavjetne bijahu mi u ruku.

καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου.

0
16

I pogledah, a to zgriješiste Gospodu Bogu svojemu salivši sebi tele, i brzo siđoste s puta koji vam bješe zapovjedio Gospod.

καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν,

0
17

Tada uzeh one dvije ploče i bacih ih iz ruku svojih, i razbih ih pred vama.

καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν.

0
18

Potom padoh i ležah pred Gospodom kao prije, četrdeset dana i četrdeset noći, hljeba ne jedući ni vode pijući, radi svijeh grijeha vaših, kojima se ogriješiste učinivši što je zlo pred Gospodom i razgnjevivši ga.

καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν.

0
19

Jer se bojah gnjeva i jarosti, kojom se bješe Gospod razljutio na vas da vas istrijebi; i usliši me Gospod i tada.

καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμὸν καὶ τὴν ὀργήν, ὅτι παρωξύνθη Κύριος ἐφ᾿ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.

0
20

Bješe se Gospod i na Arona razgnjevio veoma da ga šćaše ubiti; ali se molih tada i za Arona.

καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.

0
21

I uzeh grijeh vaš koji učiniste, tele, i sažegoh ga ognjem, i razbih ga i satrh ga u prah, i prosuh prah njegov u potok, koji teče s one gore.

καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα, ἕως οὗ ἐγένετο λεπτόν· καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.

0
22

I u Taveri i u Masi i u Kivrot-Atavi gnjeviste Gospoda.

καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ, καὶ ἐν τοῖς Μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον τὸν Θεὸν ὑμῶν.

0
23

I kad vas posla Gospod iz Kadis-Varnije govoreći: idite i uzmite tu zemlju koju sam vam dao, opet se suprotiste riječi Gospoda Boga svojega, i ne vjerovaste mu i ne poslušaste glasa njegova.

καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ λέγων· ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.

0
24

Nepokorni bijaste Gospodu otkad vas poznah.

ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν.

0
25

Zato padoh i ležah pred Gospodom četrdeset dana i četrdeset noći, jer bješe rekao Gospod da će vas potrti.

καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς·

0
26

I molih se Gospodu i rekoh: Gospode, Gospode! nemoj potrti naroda svojega i našljedstva svojega, koje si izbavio veličanstvom svojim, koje si izveo iz Misira krjepkom rukom.

καὶ ηὐξάμην πρὸς τὸν Θεὸν καὶ εἶπα· Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ·

0
27

Opomeni se sluga svojih Avrama, Isaka i Jakova, ne gledaj na tvrđu naroda ovoga, na nevaljalstvo njegovo i na grijehe njegove;

μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα, καὶ τὰ ἁμαρτήματα αὐτῶν,

0
28

Da ne reku koji žive u zemlji odakle si nas izveo: nije ih mogao Gospod uvesti u zemlju koju im obeća, ili mrzio je na njih, zato ih izvede da ih pobije u pustinji.

μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες· παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς.

0
29

Jer su tvoj narod i tvoje našljedstvo, koje si izveo silom svojom velikom i mišicom svojom podignutom.

καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

0