Stari zavet
U to vrijeme reče mi Gospod: isteši dvije ploče od kamena kao što bjehu prve, i izidi k meni na goru, i načini kovčeg od drveta.
ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·
I napisaću na tijem pločama riječi koje su bile na prvijem pločama što si razbio, pa ćeš ih metnuti u kovčeg.
καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν.
Tako načinih kovčeg od drveta sitima, i istesah dvije ploče od kamena, kao što bjehu prve, i izidoh na goru s dvjema pločama u ruku.
καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καί ἐλάξευσα τὰς πλάκας λιθίνας, ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου.
I napisa na tijem pločama što bješe prvo napisao, deset riječi, koje vam izgovori Gospod na gori isred ognja na dan zbora vašega; i dade mi ih Gospod.
καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί.
I vrativ se siđoh s gore, i metnuh ploče u kovčeg koji načinih, i ostaše ondje, kao što mi zapovjedi Gospod.
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος.
A sinovi Izrailjevi pođoše od Virota sinova Jakanovijeh u Moseru. Ondje umrije Aron i ondje bi pogreben; a Eleazar sin njegov posta sveštenik na njegovo mjesto.
καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν Ἰακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν Ἀαρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Odande otidoše u Gadgad, a od Gadgada u Jotvatu, zemlju gdje ima mnogo potoka.
ἐκεῖθεν ἀπῇραν εἰς Γαδγὰδ καὶ ἀπὸ Γαδγὰδ εἰς Ἐτεβαθᾶ, γῆ χείμαρροι ὑδάτων.
U to vrijeme odvoji Gospod pleme Levijevo da nose kovčeg zavjeta Gospodnjega, da stoje pred Gospodom i služe mu i da blagosiljaju u ime njegovo do današnjega dana.
ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
Zato nema pleme Levijevo dijela ni našljedstva s braćom svojom; Gospod je našljedstvo njegovo, kao što mu Gospod Bog tvoj kaza.
διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
A ja stajah na gori kao prije, četrdeset dana i četrdeset noći; i usliši me Gospod i tada, i ne htje te Gospod zatrti,
κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι ὑμᾶς.
Nego mi reče Gospod: ustani i idi pred narodom ovijem da uđu u zemlju za koju sam se zakleo ocima njihovijem da ću im je dati, i da je naslijede.
καὶ εἶπε Κύριος πρός με· βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομήτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
Sada dakle, Izrailju, šta ište od tebe Gospod Bog tvoj, osim da se bojiš Gospoda Boga svojega, da hodiš po svijem putovima njegovijem i da ga ljubiš i služiš Gospodu Bogu svojemu iz svega srca svojega i iz sve duše svoje,
Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Držeći zapovijesti Gospodnje i uredbe njegove, koje ti ja danas zapovijedam, da bi ti bilo dobro?
φυλάσσεσθαι τάς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;
Gle, Gospoda je Boga tvojega nebo, i nebo nad nebesima, zemlja, i sve što je na njoj.
ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ·
Ali samo tvoji oci omilješe Gospodu, i izabra sjeme njihovo nakon njih, vas između svijeh naroda, kao što se vidi danas.
πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην.
Zato obrežite srce svoje, i nemojte više biti tvrdovrati.
καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι·
Jer je Gospod Bog vaš Bog nad bogovima i gospodar nad gospodarima, Bog veliki, silni i strašni, koji ne gleda ko je ko niti prima poklona;
ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας· καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον,
Daje pravicu siroti i udovici; i ljubi došljaka dajući mu hljeb i odijelo.
ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.
Ljubite dakle došljaka, jer ste bili došljaci u zemlji Misirskoj.
καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ.
Boj se Gospoda Boga svojega, njemu služi i njega se drži, i njegovijem se imenom kuni.
Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·
On je hvala tvoja i on je Bog tvoj, koji tebe radi učini velike i strašne stvari, koje vidješe oči tvoje.
οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου.
Sedamdeset duša bješe otaca tvojih kad siđoše u Misir; a sada učini ti Gospod Bog tvoj te vas ima mnogo kao zvijezda nebeskih.
ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέ σε Κύριος ὁ Θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.