Ponovljeni zakon 3

1

Potom obrativši se idosmo k Vasanu. I izide pred nas Og car Vasanski i sav narod njegov na boj u Edrajin.

ΚΑΙ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν, καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἑδραΐμ.

0
2

I Gospod mi reče: ne boj ga se, jer ga dadoh u tvoje ruke sa svijem narodom njegovijem i sa zemljom njegovom, da učiniš s njim onako kako si učinio sa Sionom carom Amorejskim, koji sjeđaše u Esevonu.

καὶ εἶπε Κύριος πρός με· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών.

0
3

Tako nam dade Gospod Bog naš u ruke i Oga cara Vasanskoga sa svijem narodom njegovijem, i razbismo ga i ne ostavismo mu ni jednoga živa.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.

0
4

I uzesmo tada sve gradove njegove; ne bi grada kojega ne uzesmo, šezdeset gradova, sav kraj Argovski, carstvo Oga u Vasanu.

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ᾿ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν,

0
5

Svi ti gradovi bjehu utvrđeni zidom visokim, vratima i prijevornicama, osim drugih mjesta bez zidova vrlo mnogo.

πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.

0
6

I raskopasmo ih kao što učinismo Sionu caru Esevonskom, pobivši po svijem mjestima i ljude i žene i djecu.

ἐξωλοθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία·

0
7

A svu stoku i plijen po gradovima zaplijenismo za se.

καὶ πάντα τὰ κτήνη, καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.

0
8

Tako uzesmo onda zemlju iz ruku dvojice careva Amorejskih, koja je s ovu stranu Jordana od potoka Arnona do gore Ermona,

Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνῶν καὶ ἕως Ἀερμών (9 οἱ Φοίνικες ἐπονομάζουσι τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμορραῖος ἐπωνόμασεν αὐτὸ Σανίρ),

0
9

(Sidonci zovu Ermon Sirion, a Amoreji ga zovu Senir,)

0
10

Sva mjesta u ravni i sav Galad i sav Vasan do Salhe i Edrajina, gradove carstva Oga u Vasanu.

πᾶσαι πόλεις Μισὼρ καὶ πᾶσα Γαλαὰδ καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραΐμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν.

0
11

Jer samo Og car Vasanski bješe ostao od divova. Gle, odar njegov, odar gvozden, nije li u Ravi sinova Amonovijeh? devet je lakata dug, a širok četiri lakta, lakta čovječija.

ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.

0
12

Tako naslijedismo tu zemlju onda; od Aroira, koji je na potoku Arnonu, i polovinu gore Galada s gradovima njezinijem dadoh sinovima Ruvimovijem i Gadovijem.

καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ.

0
13

I ostatak Galada i sav Vasan, carstvo Ogovo, dadoh polovini plemena Manasijina; sav kraj Argovski po svemu Vasanu zvaše se zemlja divovska.

καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν Ὢγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ραφαΐν λογισθήσεται.

0
14

Jair sin Manasijin uze sav kraj Argovski do međe Gesurske i Mahatske; i prozva Vasansku svojim imenom: sela Jairova do današnjega dana.

καὶ Ἰαΐρ Ραφαΐν λογισθήσεται. καὶ Ἰαΐρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Αὐὼθ Ἰαΐρ ἕως τῆς ἡμέρας ταύτης.

0
15

A Mahiru dadoh Galad.

καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.

0
16

A Ruvimovu plemenu i Gadovu plemenu dadoh od Galada do potoka Arnona, kako zahvata potok s međama, pa do potoka Javoka, gdje je međa sinova Amonovijeh,

καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν (μέσον τοῦ χειμάρρου ὅριον) καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν.

0
17

I polje i Jordan s međama od Hinerota do mora uz polje, do mora slanoga, ispod Fazge prema istoku.

καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρέθ, καὶ ἕως θαλάσσης Ἄραβα, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν

0
18

I zapovjedih vam onda i rekoh: Gospod Bog vaš dao vam je ovu zemlju u našljedstvo; naoružani hajdete pred braćom svojom, sinovima Izrailjevijem, ko je god za vojsku.

καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός·

0
19

A žene vaše i djeca vaša i stoka vaša (znam da imate mnogo stoke) neka ostanu u gradovima vašim, koje vam dadoh,

πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν,

0
20

Dokle ne smiri Gospod i braću vašu kao vas, da i oni naslijede zemlju, koju će im Gospod Bog vaš dati s onu stranu Jordana; onda se vratite svaki na svoje našljedstvo, koje vam dadoh.

ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.

0
21

A Isusu onda zapovjedih govoreći: oči tvoje vide sve što je učinio Gospod Bog vaš s ona dva cara; onako će Gospod učiniti sa svijem carstvima u koja dođeš.

Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐφ᾿ ἃς σὺ διαβαίνεις ἐκεῖ·

0
22

Nemojte ih se bojati, jer će se Gospod Bog vaš biti za vas.

οὐ φοβηθήσεσθε ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.

0
23

I molih se Gospodu onda govoreći:

καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων·

1
24

Gospode Bože! ti si počeo pokazivati sluzi svojemu veličinu svoju i krjepku ruku svoju, jer koji je Bog na nebu ili na zemlji koji bi tvorio djela kakva su tvoja i u koga bi sila bila kakva je tvoja?

Κύριε Θεέ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ καὶ κατὰ τὴν ἰσχύν σου;

0
25

Daj mi da prijeđem i vidim zemlju dobru koja je preko Jordana i goru dobru, Livan.

διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον.

0
26

Ali Gospod bješe gnjevan na me s vas, i ne usliši me, nego mi reče: dosta; ne govori mi više za to.

καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέ μου, καὶ εἶπε Κύριος πρός με· ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον·

0
27

Popni se na vrh ove gore, i podigavši oči svoje na zapad i na sjever i na jug i na istok, vidi očima svojima, jer nećeš prijeći preko Jordana.

ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

0
28

Nego podaj zapovijesti Isusu, i utvrdi ga i ukrijepi ga; jer će on prijeći pred narodom tijem, i on će im razdijeliti u našljedstvo zemlju koju vidiš.

καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν, ἣν ἑώρακας.

0
29

I ostasmo u ovoj dolini prema Vet-Fegoru.

καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

0