Jevanđelje po Mateju 4

1

Tada Isusa odvede Duh u pustinju da ga đavo kuša.

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.

2
2

I postivši se dana četrdeset i noći četrdeset, napošljetku ogladnje.

καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.

2
3

I pristupi k njemu kušač i reče: ako si sin Božij, reci da kamenje ovo hljebovi postanu.

καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.

1
4

A on odgovori i reče: pisano je: ne živi čovjek o samom hljebu, no o svakoj riječi koja izlazi iz usta Božijih.

ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

1
5

Tada odvede ga đavo u sveti grad i postavi ga navrh crkve;

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,

0
6

Pa mu reče: ako si sin Božij, skoči dolje, jer u pismu stoji da će anđelima svojijem zapovjediti za tebe, i uzeće te na ruke, da gdje ne zapneš za kamen nogom svojom.

καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

1
7

A Isus reče njemu: ali i to stoji napisano: nemoj kušati Gospoda Boga svojega.

ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

1
8

Opet uze ga đavo i odvede na goru vrlo visoku, i pokaza mu sva carstva ovoga svijeta i slavu njihovu;

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν

1
9

I reče mu: sve ovo daću tebi ako padneš i pokloniš mi se.

καὶ εἶπεν αὐτῷ· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.

1
10

Tada reče njemu Isus: idi od mene, sotono; jer stoji napisano: Gospodu Bogu svojemu poklanjaj se i njemu jedinome služi.

τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

1
11

Tada ostavi ga đavo, i gle, anđeli pristupiše i služahu mu.

τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

1
12

A kad ču Isus da je Jovan predan, otide u Galileju.

Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

1
13

I ostavivši Nazaret dođe i namjesti se u Kapernaumu primorskome na međi Zavulonovoj i Neftalimovoj,

καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·

1
14

Da se zbude što je rekao Isaija prorok govoreći:

ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·

0
15

Zemlja Zavulonova i zemlja Neftalimova, na putu k moru s one strane Jordana, Galileja neznabožačka.

Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,

0
16

Ljudi koji sjede u tami, vidješe vidjelo veliko, i onima što sjede na strani i u sjenu smrtnome, zasvijetli vidjelo.

ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

1
17

Od tada poče Isus učiti i govoriti: pokajte se, jer se približi carstvo nebesko.

Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

1
18

I idući pokraj mora Galilejskog vidje dva brata, Simona, koji se zove Petar, i Andriju brata njegova, gdje meću mreže u more, jer bijahu ribari.

Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς·

1
19

I reče im: hajdete za mnom, i učiniću vas lovcima ljudskijem.

καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

0
20

A oni taj čas ostaviše mreže i za njim otidoše.

οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

1
21

I otišavši odatle vidje druga dva brata, Jakova Zevedejeva, i Jovana brata njegova, u lađi sa Zevedejem ocem njihovijem gdje krpe mreže svoje, i pozva ih.

Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.

1
22

A oni taj čas ostaviše lađu i oca svojega i za njim otidoše.

οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

1
23

I prohođaše po svoj Galileji Isus učeći po zbornicama njihovijem, i propovijedajući jevanđelje o carstvu, i iscjeljujući svaku bolest i svaku nemoć po ljudima.

Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

1
24

I otide glas o njemu po svoj Siriji i privedoše mu sve bolesne od različnijeh bolesti i s različnijem mukama, i bijesne, i mjesečnjake, i uzete, i iscijeli ih.

καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.

1
25

I za njim iđaše naroda mnogo iz Galileje, i iz Deset Gradova, i iz Jerusalima, i Judeje, i ispreko Jordana.

καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

0