Jevanđelje po Mateju 3

1

U ono pak doba dođe Jovan krstitelj, i učaše u pustinji Judejskoj.

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας

2
2

I govoraše: pokajte se, jer se približi carstvo nebesko.

καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

1
3

Jer je to onaj za koga je govorio prorok Isaija gdje kaže: glas onoga što viče u pustinji: pripravite put Gospodu, i poravnite staze njegove.

οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

1
4

A Jovan imaše haljinu od dlake kamilje i pojas kožan oko sebe; a hrana njegova bijaše skakavci i med divlji.

αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.

1
5

Tada izlažaše k njemu Jerusalim i sva Judeja, i sva okolina Jordanska.

τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,

0
6

I on ih kršćavaše u Jordanu, i ispovijedahu grijehe svoje.

καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

1
7

A kad vidje (Jovan) mnoge fariseje i sadukeje gdje idu da ih krsti, reče im: porodi aspidini! ko kaza vama da bježite od gnjeva koji ide?

Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

1
8

Rodite dakle rod dostojan pokajanja.

ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας

1
9

I ne mislite i ne govorite u sebi: imamo oca Avraama; jer vam kažem da može Bog i od kamenja ovoga podignuti djecu Avraamu.

καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

1
10

Već i sjekira kod korijena drvetu stoji; svako dakle drvo koje ne rađa dobra roda, siječe se i u oganj se baca.

ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

2
11

Ja dakle kršćavam vas vodom za pokajanje; a onaj što ide za mnom, jači je od mene; ja nijesam dostojan njemu obuće ponijeti; on će vas krstiti Duhom svetijem i ognjem.

Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·

1
12

Njemu je lopata u ruci njegovoj, pa će otrijebiti gumno svoje, i skupiće pšenicu svoju u žitnicu, a pljevu će sažeći ognjem vječnijem.

οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

1
13

Tada dođe Isus iz Galileje na Jordan k Jovanu da se krsti.

Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ.

1
14

A Jovan branjaše mu govoreći: ti treba mene da krstiš, a ti li dolaziš k meni?

ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;

1
15

A Isus odgovori i reče mu: ostavi sad, jer tako nam treba ispuniti svaku pravdu. Tada Jovan ostavi ga.

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.

1
16

I krstivši se Isus iziđe odmah iz vode; i gle, otvoriše mu se nebesa, i vidje Duha Božijega gdje silazi kao golub i dođe na njega.

βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν·

1
17

I gle, glas s neba koji govori: ovo je sin moj ljubazni koji je po mojoj volji.

καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

1