Jevanđelje po Mateju 25

1

Tada će biti carstvo nebesko kao deset djevojaka koje uzeše žiške svoje i iziđoše na susret ženiku.

Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.

1
2

Pet od njih bijahu mudre a pet lude.

πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι.

0
3

I lude uzevši žiške svoje ne uzeše sa sobom ulja.

αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον·

0
4

A mudre uzeše ulje u sudovima sa žišcima svojima.

αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.

0
5

A budući da ženik odocni, zadrijemaše sve, i pospaše.

χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

0
6

A u ponoći stade vika: eto ženika gdje ide, izlazite mu na susret.

μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.

1
7

Tada ustaše sve djevojke one i ukrasiše žiške svoje.

τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.

0
8

A lude rekoše mudrima: dajte nam od ulja svojega, jer naši žišci hoće da se ugase.

αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

0
9

A mudre odgovoriše govoreći: da ne bi nedostalo i nama i vama, bolje je idite k trgovcima i kupite sebi.

ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.

0
10

A kad one otidoše da kupe, dođe ženik, i gotove uđoše s njim na svadbu, i zatvoriše se vrata.

ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.

0
11

A poslije dođoše i one druge djevojke govoreći: gospodaru! gospodaru! otvori nam.

ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν·

0
12

A on odgovarajući reče im: zaista vam kažem: ne poznajem vas.

ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

0
13

Stražite dakle, jer ne znate dana ni časa u koji će sin čovječij doći.

γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.

0
14

Jer kako što čovjek polazeći dozva sluge svoje i predade im blago svoje;

Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,

1
15

I jednome dakle dade pet talanta, a drugome dva, a trećemu jedan, svakome prema njegovoj moći; i otide odmah.

καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως

0
16

A onaj što primi pet talanta otide te radi s njima, i dobi još pet talanta.

πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε·

0
17

Tako i onaj što primi dva dobi i on još dva.

ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο·

0
18

A koji primi jedan otide te ga zakopa u zemlju i sakri srebro gospodara svojega.

ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

0
19

A po dugom vremenu dođe gospodar tijeh sluga, i stade se računiti s njima.

μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετʼ αὐτῶν

0
20

I pristupivši onaj što je primio pet talanta, donese još pet talanta govoreći: gospodaru! predao si mi pet talanta; evo još pet talanta ja sam dobio s njima.

καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.

1
21

A gospodar njegov reče mu: dobro, slugo dobri i vjerni! u malom bio si mi vjeran, nad mnogijem ću te postaviti; uđi u radost gospodara svojega.

ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

0
22

A pristupivši i onaj što je primio dva talanta reče: gospodaru! predao si mi dva talanta; evo još dva talanta ja sam dobio s njima.

προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.

0
23

A gospodar njegov reče mu: dobro, slugo dobri i vjerni! u malom bio si mi vjeran, nad mnogijem ću te postaviti; uđi u radost gospodara svojega.

ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

0
24

A pristupivši i onaj što je primio jedan talant reče: gospodaru! znao sam da si ti tvrd čovjek: žnješ gdje nijesi sijao, i kupiš gdje nijesi vijao;

προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·

0
25

Pa se pobojah i otidoh te sakrih talant tvoj u zemlju; i evo ti tvoje.

καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.

0
26

A gospodar njegov odgovarajući reče mu: zli i ljenivi slugo! znao si da ja žnjem gdje nijesam sijao, i kupim gdje nijesam vijao:

ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;

0
27

Trebalo je dakle moje srebro da daš trgovcima; i ja došavši uzeo bih svoje s dobitkom.

ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.

0
28

Uzmite dakle od njega talant, i podajte onome što ima deset talanta.

ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·

0
29

Jer svakome koji ima, daće se, i preteći će mu; a od onoga koji nema, i što ima uzeće se od njega.

τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.

0
30

I nevaljaloga slugu bacite u tamu najkrajnju; ondje će biti plač i škrgut zuba.

καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

0
31

A kad dođe sin čovječij u slavi svojoj i svi sveti anđeli s njime, onda će sjesti na prijestolu slave svoje.

Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·

2
32

I sabraće se pred njim svi narodi, i razlučiće ih između sebe kao pastir što razlučuje ovce od jaraca.

καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,

0
33

I postaviće ovce s desne strane sebi, a jarce s lijeve.

καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.

0
34

Tada će reći car onima što mu stoje s desne strane: hodite blagosloveni oca mojega; primite carstvo koje vam je pripravljeno od postanja svijeta.

τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

1
35

Jer ogladnjeh, i daste mi da jedem; ožednjeh, i napojiste me; gost bijah, i primiste me;

ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,

0
36

Go bijah, i odjenuste me; bolestan bijah, i obiđoste me; u tamnici bijah, i dođoste k meni.

γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.

0
37

Tada će mu odgovoriti pravednici govoreći: Gospode! kad te vidjesmo gladna, i nahranismo? ili žedna, i napojismo?

τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;

0
38

Kad li te vidjesmo gosta, i primismo? ili gola, i odjenusmo?

πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;

0
39

Kad li te vidjesmo bolesna ili u tamnici, i dođosmo k tebi?

πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;

0
40

I odgovarajući car reći će im: zaista vam kažem: kad učiniste jednome od ove moje najmanje braće, meni učiniste.

καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

0
41

Tada će reći i onima što mu stoje s lijeve strane: idite od mene prokleti u oganj vječni pripravljeni đavolu i anđelima njegovijem.

τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

2
42

Jer ogladnjeh, i ne dadoste mi da jedem; ožednjeh, i ne napojiste me;

ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,

0
43

Gost bijah, i ne primiste me; go bijah, i ne odjenuste me; bolestan i u tamnici bijah, i ne obiđoste me.

ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.

0
44

Tada će mu odgovoriti i oni govoreći: Gospode! kad te vidjesmo gladna ili žedna, ili gosta ili gola, ili bolesna ili u tamnici, i ne poslužismo te?

τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;

0
45

Tada će im odgovoriti govoreći: zaista vam kažem: kad ne učiniste jednome od ove moje male braće, ni meni ne učiniste.

τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.

0
46

I ovi će otići u muku vječnu, a pravednici u život vječni.

καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

0