Stari zavet
Ovako veli Gospod: nebo je prijesto moj i zemlja podnožje nogama mojim: gdje je dom koji biste mi sazidali, i gdje je mjesto za moje počivanje?
ΟΥΤΩΣ λέγει Κύριος· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου;
Jer je sve to ruka moja stvorila, to je postalo sve, veli Gospod; ali na koga ću pogledati? na nevoljnoga i na onoga ko je skrušena duha i ko drkće od moje riječi.
πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;
Ko kolje vola, to je kao da ubije čovjeka; ko kolje ovcu, to je kao da zakolje psa; ko prinosi dar, to je kao da prinese krv svinjeću; ko kadi kadom, to je kao da blagoslovi idola. To oni izabraše na putovima svojim, i duši se njihovoj mile gadovi njihovi.
ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτένων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε,
Izabraću i ja prema nevaljalstvu njihovu, i pustiću na njih čega se boje; jer zvah a niko se ne odazva, govorih a oni ne slušaše, nego činiše što je zlo preda mnom i izabraše što meni nije po volji.
κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἠβουλόμην ἐξελέξαντο.
Slušajte riječ Gospodnju, koji drkćete od njegove riječi: braća vaša, koja mrze na vas i izgone vas imena mojega radi, govore: neka se pokaže slava Gospodnja. I pokazaće se na vašu radost, a oni će se posramiti.
Ἀκούσατε ρήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.
Vika ide iz grada, glas iz crkve, glas Gospodnji koji plaća neprijateljima svojim.
φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.
Ona se porodi prije nego osjeti bolove, prije nego joj dođoše muke, rodi djetića.
πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν.
Ko je igda čuo to? ko je vidio tako što? Može li zemlja roditi u jedan dan? može li se narod roditi ujedanput? a Sion rodi sinove svoje čim osjeti bolove.
τίς ἤκουσε τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς.
Eda li ja, koji otvoram matericu, ne mogu roditi? veli Gospod; eda li ću ja, koji dajem da se rađa, biti bez poroda? veli Bog tvoj.
ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ Θεός σου.
Radujte se s Jerusalimom i veselite se u njemu svi koji ga ljubite; radujte se s njim svi koji ga žaliste.
εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ,
Jer ćete sati sise od utjehe njegove, i nasitićete se, saćete i naslađivaćete se u svjetlosti slave njegove.
ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.
Jer ovako veli Gospod: gle, ja ću kao rijeku dovesti k njemu mir i slavu naroda kao potok bujan, pa ćete sati; bićete nošeni na rukama i milovani na koljenima.
ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.
Kao kad koga mati njegova tješi tako ću ja vas tješiti, i utješićete se u Jerusalimu.
ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε.
Vidjećete i obradovaće se srce vaše i kosti će se vaše pomladiti kao trava, i znaće se ruka Gospodnja na slugama njegovijem i gnjev na neprijateljima njegovijem.
καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.
Jer, gle, Gospod će doći s ognjem, i kola će mu biti kao vihor, da izlije gnjev svoj u jarosti i prijetnju u plamenu ognjenom.
Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.
Jer će Gospod suditi ognjem i mačem svojim svakom tijelu, i mnogo će biti pobijenijeh od Gospoda.
ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.
Koji se osveštavaju i koji se očišćaju u vrtovima jedan za drugim javno, koji jedu meso svinjeće i stvari gadne i miše, svi će izginuti, veli Gospod.
οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος,
A ja znam djela njihova i misli njihove, i doći će vrijeme, te ću sabrati sve narode i jezike, i doći će i vidjeće slavu moju.
κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου.
I postaviću znak na njih, i poslaću između njih koji se spasu k narodima u Tarsis, u Ful i u Lud, koji natežu luk, u Tuval i u Javan i na daljna ostrva, koja ne čuše glasa o meni niti vidješe slave moje, i javljaće slavu moju po narodima.
καὶ καταλείψω ἐπ᾿ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ εἰς Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι.
I svu će braću vašu iz svijeh naroda dovesti Gospodu na dar na konjima i na kolima i na nosilima i na mazgama i na kamilama ka svetoj gori mojoj u Jerusalim, veli Gospod, kao što prinose sinovi Izrailjevi dar u čistu sudu u dom Gospodnji.
καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ᾿ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.
I između njih ću uzeti sveštenike i Levite, veli Gospod.
καὶ ἀπ᾿ αὐτῶν λήψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπε Κύριος.
Jer kao što će nova nebesa i nova zemlja, što ću ja načiniti, stajati preda mnom, veli Gospod, tako će stajati sjeme vaše i ime vaše.
ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.
I od mladine do mladine, i od subote do subote dolaziće svako tijelo da se pokloni preda mnom, veli Gospod.
καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος.
I izlaziće i gledaće mrtva tjelesa onijeh ljudi koji se odmetnuše od mene; jer crv njihov neće umrijeti i oganj njihov neće se ugasiti, i biće gad svakom tijelu.
καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.