Stari zavet
Potražiše me koji ne pitahu za me; nađoše me koji me ne tražahu; rekoh narodu koji se ne zove mojim imenom: evo me, evo me.
ΕΜΦΑΝΗΣ ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. εἶπα· ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.
Vas dan pružah ruke svoje narodu nepokornu, koji ide za svojim mislima putem koji nije dobar,
ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ᾿ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
Narodu, koji me jednako gnjevi u oči, koji prinosi žrtve u vrtovima i kadi na opekama;
ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διαπαντός, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν.
Koji sjede kod grobova i noćuju u pećinama, jedu meso svinjeće i juha im je nečista u sudovima;
ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾿ ἐνύπνια, οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν·
Koji govore: odlazi, ne dohvataj me se, jer sam svetiji od tebe. Ti su dim u nozdrvama mojim, oganj koji gori vas dan.
οἱ λέγοντες· πόρρω ἀπ᾿ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.
Eto, napisano je preda mnom: neću mučati, nego ću platiti, platiću im u njedra.
ἰδοὺ γέγραπται ἐνώπιόν μου· οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν·
Za bezakonja vaša i za bezakonja otaca vaših, veli Gospod, koji kadiše na gorama, i na humovima ružiše me, izmjeriću im u njedra platu za djela koja činiše od početka.
τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.
Ovako veli Gospod: kao kad ko nađe vina u grozdu, pa reče: ne kvari ga, jer je blagoslov u njemu, tako ću učiniti radi sluga svojih, neću ih potrti svijeh,
Οὕτως λέγει Κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ρὼξ ἐν τῷ βότρυϊ καὶ ἐροῦσι· μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.
Jer ću izvesti sjeme iz Jakova i iz Jude našljednika gorama svojim, i naslijediće ih izbranici moji, i sluge moje naseliće se ondje.
καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ.
A Saron će biti tor za ovce i dolina Ahorska počivalište za goveda narodu mojemu koji me traži.
καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.
A vi, koji ostavljate Gospoda, koji zaboravljate svetu goru moju, koji postavljate sto Gadu i ljevate naljev Meniju,
ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,
Vas ću izbrojiti pod mač, i svi ćete pripasti na klanje, jer zvah a vi se ne odzivaste, govorih a vi ne slušaste, nego činiste što je zlo preda mnom i izabraste što meni nije po volji.
ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐλάλησα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε.
Zato ovako veli Gospod Gospod: gle, sluge će moje jesti, a vi ćete gladovati; gle, sluge će moje piti, a vi ćete biti žedni; gle, sluge će se moje veseliti, a vi ćete se stidjeti.
Διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ οἱ δουλεύσαντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·
Gle, sluge će moje pjevati od radosti u srcu, a vi ćete vikati od žalosti u srcu i ridaćete od tuge u duhu.
ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.
I ostavićete ime svoje izbranima mojim za uklin; i Gospod će te Bog ubiti, a sluge će svoje nazvati drugim imenom.
καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν,
Ko se uzblagosilja na zemlji, blagosiljaće se Bogom istinijem; a ko se uskune na zemlji, kleće se Bogom istinijem; jer će se prve nevolje zaboraviti i sakrivene će biti od očiju mojih.
ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.
Jer, gle, ja ću stvoriti nova nebesa i novu zemlju, i što je prije bilo neće se pominjati niti će na um dolaziti.
ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾿ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,
Nego se radujte i veselite se dovijeka radi onoga što ću ja stvoriti; jer gle, ja ću stvoriti Jerusalim da bude veselje i narod njegov da bude radost.
ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα Ἱερουσαλὴμ καὶ τὸν λαόν μου εὐφροσύνην.
I ja ću se veseliti radi Jerusalima, i radovaću se radi naroda svojega, i neće se više čuti u njemu plač ni jauk.
ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς.
Neće više biti ondje maloga djeteta ni starca koji ne bi navršio dana svojih; jer će dijete umirati od sto godina, a grješnik od sto godina biće proklet.
καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.
I oni će graditi kuće i sjedjeće u njima; i sadiće vinograde i ješće rod njihov.
καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσι ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν·
Neće oni graditi a drugi se naseliti, neće saditi a drugi jesti, jer će dani narodu mojemu biti kao dani drvetu, i izbranicima će mojim ovetšati djela ruku njihovijeh.
καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.
Neće raditi uzalud, niti će rađati za strah, jer će biti sjeme blagoslovenijeh od Gospoda, i natražje će njihovo biti s njima.
οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾿ αὐτῶν ἔσονται.
I prije nego poviču, ja ću se odazvati; još će govoriti, a ja ću uslišiti.
καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτούς, ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ· τί ἐστι;
Vuk i jagnje zajedno će pasti, i lav će jesti slamu kao vo; a zmiji će biti hrana prah; neće uditi ni potirati na svoj svetoj gori mojoj, veli Gospod.
τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.