Isaija 61

Stari zavet

1

Duh je Gospoda Boga na meni, jer me Gospod pomaza da javljam dobre glase krotkima, posla me da zavijem ranjene u srcu, da oglasim zarobljenima slobodu i sužnjima da će im se otvoriti tamnica.

ΠΝΕΥΜΑ Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,

0
2

Da oglasim godinu milosti Gospodnje i dan osvete Boga našega, da utješim sve žalosne,

καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,

0
3

Da učinim žalosnima u Sionu i dam im nakit mjesto pepela, ulje radosti mjesto žalosti, odijelo za pohvalu mjesto duha tužnoga, da se prozovu hrastovi pravde, sad Gospodnji za slavu njegovu.

δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

0
4

I oni će sazidati davnašnje pustoline, podignuće stare razvaline i ponoviće gradove puste, što leže razvaljeni od mnogo naraštaja.

καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρωμένας εἰς γενεάς.

0
5

I tuđini će stajati i pasti stada vaša, i inostranci će biti vaši orači i vinogradari.

καὶ ἥξουσι ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί.

0
6

A vi ćete se zvati sveštenici Gospodnji, sluge Boga našega govoriće vam se, blago naroda ješćete i slavom njihovom hvalićete se.

ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν].

0
7

Za dvostruku sramotu vašu, i što se pjevaše: rug je dio njihov, zato će u zemlji njihovoj naslijediti dvojinom i imaće vječnu radost.

οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.

0
8

Jer ja Gospod ljubim pravdu i mrzim na grabež sa žrtvom paljenicom, i daću im platu uistinu, i vječan zavjet učiniću s njima.

ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.

0
9

I sjeme će se njihovo znati u narodima i natražje njihovo među plemenima; ko ih god vidi poznaće ih da su sjeme koje je blagoslovio Gospod.

καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα ηὐλογημένον ὑπὸ Θεοῦ

0
10

Veoma ću se radovati u Gospodu, i duša će se moja veseliti u Bogu mojem, jer me obuče u haljine spasenja i plaštem pravde ogrte me kao kad ženik namjesti nakit i kao kad se nevjesta uresi uresom svojim.

καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.   Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.

0
11

Jer kao što iz zemlje raste bilje i u vrtu niče što se posije, tako će Gospod Bog učiniti da nikne pravda i pohvala pred svijem narodima.

καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.

0