Danilo 11

Stari zavet

1

I ja prve godine Darija Midijanina stadoh da mu pomožem, i da ga potkrijepim.

ΚΑΙ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν.

0
2

A sada ću ti kazati istinu. Evo, još će tri cara nastati u Persiji; i četvrti će biti bogatiji od svijeh, i kad se ukrijepi bogatstvom svojim, sve će podignuti na Grčko carstvo.

καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.

0
3

Potom će nastati silan car, i vladaće velikom državom i radiće što hoće.

καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τό θέλημα αὐτοῦ.

0
4

A kako nestane, rasuće se carstvo njegovo i razdijeliće se u četiri vjetra nebeska, ne među natražje njegovo niti s vlašću s kojom je on vladao, jer će se carstvo njegovo ukinuti i dopasti drugima a ne njima.

καὶ ὡς ἂν στῇ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν· ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων.

0
5

I car južni osiliće, i jedan od knezova njegovijeh, i biće silniji od njega, i vladaće, i država će njegova biti velika.

καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ' αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ' ἐξουσίας αὐτοῦ.

0
6

I poslije nekoliko godina oni će se oprijateljiti, i kći južnoga cara doći će k caru sjevernom da učini pogodbu; ali ona neće sačuvati sile mišici, niti će se on održati s mišicom svojom, nego će biti predana i ona i oni koji je dovedu i sin njezin i onaj koji joj bude pomagao u to vrijeme.

καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ' αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.

0
7

Potom će od izdanka iz korijena njezina nastati jedan na mjesto njegovo, koji će doći s vojskom svojom i udariti na gradove cara sjevernoga, i biće ih i osvojiće ih.

καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ρίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.

0
8

I bogove će njihove i knezove njihove sa zakladima njihovijem dragocjenijem zlatnijem i srebrnijem odnijeti u ropstvo u Misir, i ostaće nekoliko godina jači od cara sjevernoga.

καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον· καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ.

0
9

I tako će car južni doći u svoje carstvo, i vratiće se u svoju zemlju.

καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.

0
10

Ali će sinovi njegovi zaratiti, i skupiće veliku vojsku; i jedan će doći iznenada, i poplaviti i proći; i vrativši se ratovaće do grada njegova.

καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.

0
11

Tada će se razljutiti car južni, i izaći će i ratovaće s njim, s carem sjevernijem, i podignuće veliku vojsku, te će mu biti data u ruke vojska.

καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ· καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ·

0
12

I kad razbije vojsku, ponijeće se srce njegovo, i pobiće tisuće, ali se neće ukrijepiti.

καὶ λήψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει.

0
13

Jer će car sjeverni opet dignuti vojsku veću od prve; i poslije nekoliko godina doći će s velikom vojskom i s velikim blagom.

καί ἐπιστρέψει ὁ βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.

0
14

I u to će vrijeme mnogi ustati na cara južnoga; i zlikovci od tvojega naroda podignuće se da se potvrdi utvara, i popadaće.

καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου· καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσι.

0
15

I doći će car sjeverni, i načiniće opkope, i uzeće tvrde gradove, i mišice južnoga cara neće odoljeti ni izabrani narod njegov, niti će biti sile da se opre.

καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.

0
16

I onaj došav na nj činiće što hoće, i neće biti nikoga da mu se opre; i ustaviće se u krasnoj zemlji, koju će potrti svojom rukom.

καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ Σαβεί, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.

0
17

Potom će okrenuti da dođe sa silom svega carstva svojega, ali će se pogoditi s njim, i daće mu kćer za ženu da bi ga upropastio, ali se ona neće držati, niti će biti s njim.

καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύϊ πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ' αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται.

0
18

Potom će se okrenuti na ostrva, i osvojiće mnoga; ali će jedan vojvoda prekinuti sramotu koju čini, i oboriće na nj sramotu njegovu.

καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ.

0
19

Potom će se okrenuti ka gradovima svoje zemlje, i spotaknuće se i pašće, i neće se više naći.

καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καί ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται.

0
20

I na njegovo će mjesto nastati koji će poslati nastojnika u slavi carskoj; ali će za malo dana poginuti bez gnjeva i bez boja.

καὶ ἀναστήσεται ἐκ τῆς ρίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν ποσώποις οὐδὲ ἐν πολέμῳ.

0
21

A na njegovo će mjesto doći neznatan čovjek, kome nije namijenjena čast carska; ali će doći mirno i osvojiće carstvo laskanjem.

στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπ' αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασι.

0
22

I mišice koje plave on će poplaviti i polomiti, pa i kneza s kojim je učinio vjeru.

καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης

0
23

Jer udruživši se s njim učiniće prijevaru, i došavši nadvladaće s malo naroda.

καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει.

0
24

I doći će mirno u rodna mjesta u zemlji, i učiniće što ni ocevi njegovi ni ocevi otaca njegovijeh ne učiniše, razdijeliće im plijen i grabež i blago, i smišljaće misli na gradove, za neko vrijeme.

καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσι χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ' Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.

0
25

Potom će podignuti silu svoju i srce svoje na cara južnoga s velikom vojskom; i car će južni doći u boj s velikom i vrlo silnom vojskom; ali neće odoljeti, jer će mu se činiti nevjera.

καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ, καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα· καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπ' αὐτὸν λογισμούς·

0
26

I koji jedu hljeb njegov satrće ga; vojska će njegova poplaviti, i mnogi će pasti pobijeni.

καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.

0
27

I srce će obojice careva raditi o zlu, i za jednijem će stolom lagati; ali se neće izvršiti; jer će kraj još biti u određeno vrijeme.

καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ, ὅτι ἔτι πέρασις καιρῶν.

0
28

I tako će se vratiti u svoju zemlju s velikim blagom; i srce će se njegovo obratiti na sveti zavjet, i kad izvrši, vratiće se u svoju zemlju.

καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

0
29

U određeno će vrijeme opet doći na jug; ali drugi put neće biti kao prvi put.

εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.

0
30

Jer će doći na nj lađe Kitejske, i on će se ojaditi, te će se vratiti; i razljutiće se na sveti zavjet, i izvršiće; i vrativši se složiće se s onima koji ostavljaju sveti zavjet.

καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται· καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.

0
31

I vojska će stajati uza nj, i oskvrniće svetinju u gradu, i ukinuti žrtvu svagdašnju i postaviće gnusobu pustošnu.

καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν καὶ δώσουσι βδέλυγμα ἠφανισμένων.

0
32

I koji su bezbožni prema zavjetu, on će ih laskanjem otpaditi; ali narod koji poznaje Boga svojega ohrabriće se i izvršiće.

καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι, καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι καὶ ποιήσουσι.

0
33

I razumni u narodu naučiće mnoge, i padaće od mača i ognja, ropstva i grabeža mnogo vremena.

καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ρομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.

0
34

Ali padajući dobiće malu pomoć; i mnogi će pristati s njima dvoličeći.

καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι.

0
35

I od razumnijeh će pasti neki da bi se okušali i očistili i ubijelili do roka, jer će još biti rok.

καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν.

0
36

I taj će car činiti što hoće, i podignuće se i uzvisiće se iznad svakoga boga, i čudno će govoriti na Boga nad bogovima, i biće srećan dokle se ne svrši gnjev, jer će se izvršiti što je određeno.

καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὁ βασιλεὺς ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ, μέχρις οὗ συντελεσθῇ ἡ ὀργή, εἰς γὰρ συντέλειαν γίνεται.

0
37

Neće mariti ni za bogove svojih otaca ni za ljubav žensku, niti će za koga boga mariti, nego će se uzvišivati nada sve.

καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται·

0
38

I na mjesto Boga najsilnijega slaviće boga kojega oci njegovi ne znaše, slaviće zlatom i srebrom i dragim kamenjem i zakladima.

καὶ θεὸν μαωζεὶν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασι.

0
39

I učiniće da gradovi Boga najsilnijega budu boga tuđega; koje pozna umnožiće im slavu i učiniće ih gospodarima nad mnogima i razdijeliće zemlju mjesto plate.

καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις.

0
40

A u pošljednje vrijeme južni će se car pobiti s njim; i car će sjeverni udariti na nj kao vihor s kolima i konjicima i s mnogim lađama, i ušavši u zemlje poplaviće i proći.

καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπ' αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἱππεῦσι καὶ ἐν ναυσὶ πολλαῖς καὶ εἰσελεύσονται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.

0
41

I doći će u krasnu zemlju, i mnogi će propasti, a ove će se izbaviti od njegovijeh ruku: Edomska, Moavska i glavni dio sinova Amonovijeh.

καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβεί, καὶ πολλοὶ ἀσθενήσουσι· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωάβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών.

0
42

I posegnuće rukom svojom na zemlje, i zemlja Misirska neće umaknuti.

καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν.

0
43

I osvojiće blago u zlatu i u srebru i sve zaklade Misirske; i Livijani i Etiopljani ići će za njim.

καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.

0
44

Ali će ga glasovi s istoka i sa sjevera smesti, te će izaći s velikim gnjevom da pogubi i zatre mnoge.

καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλοὺς

0
45

I razapeće šatore dvora svojega među morima na krasnoj svetoj gori; i kad dođe k svome kraju, niko mu neće pomoći.

καὶ πήξει τὴν σκηνὴν αὐτοῦ ἐφαδανῶ ἀναμέσον τῶν θαλασσῶν, εἰς ὄρος σαβεὶ ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ρυόμενος αὐτόν.

0